De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)
Kühn 1821
ἀγνοήσαντος, ἐνίας δ’ ὅλως παρελθόντος. ὑπάρχει μὲν δὴ
τῷ βουληθέντι κᾀξ ἐκείνου τοῦ βιβλίου γυμνάζεσθαι, πίθηκον
ἀνατέμνοντι. μαθήσεται δὲ κᾀντεῦθεν ἔτι δὴ καὶ
μᾶλλον, ὅπως ἐγχειρεῖν προσήκει τῇ καθ’ ἕκαστον μόριον
ἀνατομῇ τῶν μυῶν. ἔστω δὲ ἐπὶ νεκρῷ πρῶτον ἡ ἄσκησίς
σοι, πρὸς τὸ κατανοῆσαι τήν τε ἀρχὴν ἑκάστου μυὸς καὶ
τὴν τελευτὴν καὶ τὰς ἶνας, ἆρά γε κατὰ τὸ μῆκός εἰσιν
ἅπασαι τοῦ μυὸς ὁμοειδεῖς ἀλλήλαις, ἢ ποικιλώτερον σύγκεινται.
τινὰς μὲν γὰρ εὑρήσεις μῦς ἁπλῆν τὴν φύσιν ἔχοντας
τῶν ἰνῶν, ἐνίους δὲ διττὴν, ὡς ἐοικέναι μυσὶ πλείοσιν
ἐπιβεβλημένοις κατ’ ἀλλήλων, ἀλλὰ καὶ τῷ μήκει τὰς ἶνας
ἔμπαλιν ἐχούσας ἔχειν· ἃ σύμπαντά σοι χρήσιμα πρός τε
τὰς χειρουργίας ἔσται, ἔτι τε καὶ πρὸς τὴν τῶν ἐνεργειῶν
εὕρεσιν. ἔν τε γὰρ τῷ χειρουργεῖν ἀναγκαζόμεθα τέμνειν
ἐνίοτε καὶ τοὺς μῦς αὐτοὺς δι’ ἀποστήματα βύθια καὶ
ἀποσκήμματα καὶ σηπεδόνας· ἥ τ’ ἐνέργεια χρησιμωτάτη
γινώσκεσθαι, πρός τε τὸ προειδέναι κατὰ τὰ μεγάλα
Work
Title: De Anatomicis Administrationibus I-IX,5
English: On Anatomical Procedures
Original: Ἀνατομικαὶ ἐγχειρίσεις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 2
Pages: 205-731
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_006.xml [1.0 Mb]