De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)
Kühn 1821
τῶν μορίων τοῦ σώματος. ἀλλ’ ἡμεῖς μὲν, ὥσπερ τοῦτο
πράττομεν, οὕτω καὶ τὴν ἀξίαν ἑκάστου τῶν θεωρημάτων
διαιρούμεθα, καὶ τὸ χρήσιμον ἐπιδείκνυμεν. ἄλλη μὲν γὰρ
ἀνδρὶ φυσικῷ χρεία τῆς ἀνατομικῆς ἐστι θεωρίας, αὐτὴν δι’
ἑαυτὴν ἀγαπῶντι τὴν ἐπιστήμην· ἄλλη δὲ τῷ μὴ δι’ ἑαυτὴν,
ἀλλ’ ἵνα ἐπιδείξῃ μηδὲν εἰκῆ γεγονὸς ὑπὸ τῆς φύσεως·
ἄλλη δὲ τῷ πρὸς ἐνεργείας τινὸς γνῶσιν, ἤτοι
φυσικῆς, ἢ ψυχικῆς, ἐξ ἀνατομῆς ποριζομένῳ λήμματα· καὶ
πρὸς τούτοις ἄλλη τῷ σκόλοπας ἢ βελῶν ἀκίδας ἐξαιρήσειν
μέλλοντι καλῶς ἢ ἐκκόπτειν τι προσηκόντως, ὥστ’
οὖν ἢ κόλπους, ἢ σύριγγας, ἢ ἀποστήματα χειρουργήσειν
ὀρθῶς. ταῦτα γὰρ, ὡς ἔφην, εἰσὶν ἀναγκαιότατα, καὶ χρὴ
μάλιστα ἠσκῆσθαι περὶ αὐτὰ τὸν ἄριστον ἰατρόν· ἐφεξῆς
δὲ ἐν ταῖς τῶν κατὰ βάθους σπλάγχνων ἐνεργείαις, εἶθ’
ἑξῆς περὶ τῆς τῶν χρειῶν, ὅσαι διαφέρουσι τοῖς ἰατροῖς εἰς
τὴν τῶν παθῶν διάγνωσιν. ἔνιαι γὰρ οὐκ ἰατροῖς, ἀλλὰ φιλοσόφοις
εἰσὶ χρησιμώτεραι κατὰ διττὸν, ὡς εἴρηται, τρόπον,
Work
Title: De Anatomicis Administrationibus I-IX,5
English: On Anatomical Procedures
Original: Ἀνατομικαὶ ἐγχειρίσεις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 2
Pages: 205-731
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_006.xml [1.0 Mb]