De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)
Kühn 1821
φυλάξασθαί τε διελεῖν αὐτὸν ὑπεθέμην, καὶ διὰ τοῦτ’
ἐσώθη τοῦ χειρισθέντος ἡ αἴσθησις. ἀλλ’ εἰ καὶ φθάσειέ
ποτε σαπεὶς ὁ τένων, ἀνέγκλητος ἔσῃ προειπὼν τὴν ἐξ
ἀνάγκης ἑπομένην ἀπώλειαν τῆς αἰσθήσεως. οὕτω δ’, εἰ
καὶ πρός τινος ἔξωθεν ὀξέος ὅλος διατμηθείη, καθάπερ
τινὶ συμβέβηκε, καὶ τότ’ ἀναίτιος ὁ ἰατρὸς ἔσται, προειπὼν,
ἐς ὅ τι τελευτήσει τὸ πρᾶγμα. ταῦτα μὲν οὖν ἐπί τε
τῷ τῆς χειρὸς ἔνδον ἐγνωκέναι προσήκει, καὶ τῷ κάτω τοῦ
ποδός· ἄλλα δ’ οὐκ ὀλίγα περὶ τὰς ἀρτηρίας τε καὶ τὰς
φλέβας καὶ τὰ νεῦρα. καὶ πρῶτον μὲν, ὡς οὐκ ἐκ τῶν αὐτῶν
νεύρων ἥ τ’ αἴσθησίς ἐστι καὶ ἡ κίνησις ἑκάστῳ τῶν
δακτύλων. ἔπειθ’, ὅτι, πάντων τῶν ἐπ’ αὐτοὺς ἡκόντων
νεύρων, ἐν μὲν τῇ χειρὶ διὰ τοῦ βραχίονός τε καὶ πήχεως,
ἐν δὲ τῷ σκέλει διά τε τοῦ μηροῦ καὶ τῆς κνήμης, ἐνίοτε
μὲν ἐν τῷ μηρῷ τεμόντων τὸ νεῦρον, ἐνίοτε δ’ ἐν τῇ κνήμῃ
τῶν κατ’ ἄκρον τὸν πόδα καὶ τὴν χεῖρα δακτύλων, ἀναισθήτους
ἢ ἀκινήτους εἰργάσαντό τινας. ἀλλὰ ταῦτα μὲν
αὐτοῖς συμβαίνει διὰ τὴν τῶν νεύρων ἄγνοιαν. ἕτερα δὲ
Work
Title: De Anatomicis Administrationibus I-IX,5
English: On Anatomical Procedures
Original: Ἀνατομικαὶ ἐγχειρίσεις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 2
Pages: 205-731
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_006.xml [1.0 Mb]