De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)
Kühn 1821
τοῖς ἰσχυροῖς χρώμενος, ἢ τοῖς τῶν τεκτόνων σκεπάρνοις,
ἅπερ ὁρᾶτε κᾀμοὶ προπαρεσκευασμένα. πρὸ πάντων
δ’ ἐκ σιδήρου σκληροῦ κατεσκευάσθω τὰ τοιαῦτα· τὰ
γὰρ ἐξ ἀσθενοῦς ἐπὶ πολλαῖς πληγαῖς ἀνύσει τι σμικρόν.
ἡμεῖς δὲ πλήττεσθαι σφοδρῶς πολλάκις οὐ βουλόμεθα τὸ
κρανίον· ἁπαλὸν γὰρ ὄντα τὸν ἐγκέφαλον αἱ τοιαῦται πληγαὶ
σείουσι σφοδρῶς, διαλύουσί τε καὶ διασπῶσι. χρὴ δὲ
οὐδὲν τούτων αὐτὸν πεπονθότα παρεσκευάσθαι πρὸς τὴν
θέαν, ἕνεκα τοῦ πάσας μὲν τὰς τῶν νεύρων ἐκφύσεις ἀκριβῶς
ὀφθῆναι, πάσας δ’ ἀρτηρίας καὶ φλέβας τὰς κατ’
αὐτὸν, ἔτι τε τὸ διάφραγμα τῶν προσθίων κοιλιῶν, καὶ
τὰ περὶ τὴν καλουμένην πύελόν τε καὶ χώνην, ὅσα τ’ ἄλλα
τοιαῦτα. παρασκευασθέντος οὖν ἐπιτηδείως τοῦ μορίου,
θεάσῃ τὴν σκληρὰν μήνιγγα κατὰ τὸ μῆκος αὐτοῦ μέσον
ἑαυτῆς πολὺ παχυτέραν φαινομένην, ἐγκαταβαίνουσάν τε
μέχρι τινὸς οὕτω, καθ’ ὃ μάλιστα μέρος ἐστὶν ἐν τῷ κρανίῳ
τῶν ῥαφῶν ἡ μέση. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑπὸ τῇ
λαμβδοειδεῖ ῥαφῇ τὴν παχεῖαν μήνιγγα θεάσῃ, διπλουμένην
Work
Title: De Anatomicis Administrationibus I-IX,5
English: On Anatomical Procedures
Original: Ἀνατομικαὶ ἐγχειρίσεις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 2
Pages: 205-731
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_006.xml [1.0 Mb]