De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)
Kühn 1821
ἀπὸ τῶν λοξῶν μυῶν ἔφην γεννᾶσθαι, κατὰ τήνδε τὴν
λευκὴν γραμμὴν ἐς ταὐτὸν ἀλλήλοις ἀφικνοῦνται. τέμνειν
οὖν αὖθις αὐτὴν. ἀτρέμα, ὡς μηδὲν τῶν ὑποκειμένων συντέμνειν,
ἀλλὰ μόνον ἀπ’ ἀλλήλων χωρίσαι τοὺς τένοντας.
εἰ γάρ τοι τοῦτο ποιήσαις καλῶς, ἔχοις ἂν ἤδη, κατὰ τὴν
παροιμίαν, τὸ τοῦ παντὸς ἥμισυ, καίτοι γ’ ἡ παροιμία
μὲν ἅπασαν ἀρχὴν ἥμισυ παντὸς ἔργου νομίζει, πολλῶν
ἀρχῶν ἑτοίμως πραχθῆναι δυναμένων. ἣν δ’ εἶπον ἐγὼ
νῦν ἀρχὴν τῆς ἀνατομῆς τῶν μυῶν, ὄντως ἐστὶν ἥμισυ τοῦ
παντὸς ἔργου· καθάπερ, εἰ καὶ μὴ καλῶς τις αὐτὰ ἐνεργήσει,
συγχεῖται καὶ ταράττεται καθ’ ὅλην τὴν ἐφεξῆς ἀνατομήν.
ἀλλ’, ὡς εἴρηται, γενομένης, διττὴν ἴσθι διαδεξαμένην
σε τὴν ἐντεῦθεν ἐγχείρησιν. ἄμεινον δ’ ἀσκῆσαι προτέραν
τὴν ἑτοιμοτέραν· ἐλπὶς γὰρ, οὕτω καὶ τὴν χαλεπωτέραν
ποθ’ ὕστερον ἐγχειρήσαντα μὴ διαμαρτεῖν τοῦ
σκοποῦ. ἑτοιμοτέρα δέ ἐστι καὶ ῥᾴων ἐγχείρησις, ἤτοι γ’
ἀνατείνοντα διὰ καθέσεως ἀγκίστρου τὸν ὄρθιον μῦν, ἢ
διὰ τῆς ἀριστερᾶς χειρὸς πρὸς τὸ πλάγιον ἀνατείνοντα,
Work
Title: De Anatomicis Administrationibus I-IX,5
English: On Anatomical Procedures
Original: Ἀνατομικαὶ ἐγχειρίσεις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 2
Pages: 205-731
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_006.xml [1.0 Mb]