De Anatomicis Administrationibus I-IX,5 (On Anatomical Procedures)
Kühn 1821
τὰ κῶλα χρήσιμα πρὸς τὴν ἐν ταῖς ἀνατομαῖς γυμνασίαν·
ἅπαντα γὰρ ταῦτα τέτταρας ἔχει δακτύλους ἀπολωλεκότα
τὸν μέγαν, ὅτι μή τισιν αὐτῶν οἷον ὑπογραφή τίς ἐστι
κατά γε τὴν ῥίζαν, ἀλλ’ οὐδὲ ταύτην ἀπὸ τοῦ λιχανοῦ
πολὺ κεχωρισμένην, ὡς ἐπ’ ἀνθρώπου, θεάσῃ. προγεγυμνασμένος
γε μὴν ἐν πιθήκῳ καὶ ταῦτ’ ἀνατέμνειν δυνήσῃ.
τά τε γὰρ ἄλλα καὶ ὁ πλατὺς τῷ τῆς χειρὸς ἔνδον ὑποφυόμενος
τένων καὶ τούτοις τοῖς ζώοις, ὥσπερ γε καὶ οἱ
τοὺς δακτύλους κινοῦντες μύες· οὕτως δὲ καὶ οἱ τὸν καρπόν
τε καὶ τὴν κερκίδα. τοὺς δὲ τὸν μέγαν δάκτυλον κινοῦντας
μῦς τε καὶ τένοντας εὔδηλον ὡς οὐκ ἔχει ταῦτα
τὰ ζῶα. συνελόντι δὲ εἰπεῖν, ἔκ τε τῶν ἐνεργειῶν, ὧν
ἐνεργεῖ, καὶ τῆς ἰδέας τῶν μορίων, ἣν ἔχον ἔξωθεν φαίνεται
τῶν ζώων ἕκαστον, ὑπαγορεύσει σοί τι καὶ περὶ τῆς ἐν
αὐτῷ κατασκευῆς. τὰ γὰρ ὡσαύτως ἐνεργοῦντα μόρια καὶ
τὴν ἔξωθεν ἰδέαν ἔχοντα τὴν αὐτὴν ἀνάγκη πᾶσα καὶ τὴν
ἐν τῷ βάθει κατασκευὴν ἔχειν τὴν αὐτήν. οὕτως δὲ καὶ
Work
Title: De Anatomicis Administrationibus I-IX,5
English: On Anatomical Procedures
Original: Ἀνατομικαὶ ἐγχειρίσεις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 2
Pages: 205-731
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_006.xml [1.0 Mb]