De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
ποιήσας τοὔνομα. καὶ εἴη ἂν ὁ σύμπας αὐτοῦ νοῦς τοῦ
λόγου τοιόσδε. νομίζεται μέντοι παρὰ τοῖς ἀνθρώποις
λευκόν τι εἶναι, καὶ μέλαν, καὶ γλυκὺ, καὶ πικρὸν, κατὰ
δὲ τὴν ἀλήθειαν ἓν καὶ μηδέν ἐστι τὰ πάντα. καὶ γὰρ
αὖ καὶ τοῦτ’ εἴρηκεν αὐτὸς, ἓν μὲν τὰς ἀτόμους ὀνομάζων,
μηδὲν δὲ τὸ κενόν. αἱ μὲν οὖν ἄτομοι σύμπασαι, σώματα
οὖσαι σμικρὰ, χωρὶς ποιοτήτων εἰσί· τὸ δὲ κενὸν χώρα
τις, ἐν ᾗ φερόμενα ταυτὶ τὰ σώματα ἄνω τε καὶ κάτω
σύμπαντα διὰ παντὸς τοῦ αἰῶνος, ἢ περιπλέκεταί πως ἀλλήλοις,
ἢ προσκρούει, καὶ ἀποπάλλεται, καὶ διακρίνει δὲ,
καὶ συγκρίνει πάλιν εἰς ἄλληλα κατὰ τὰς τοιαύτας ὁμιλίας,
κᾀκ τούτου τά τε ἄλλα συγκρίματα πάντα ποιεῖ, καὶ τὰ
ἡμέτερα σώματα, καὶ τὰ παθήματα αὐτῶν, καὶ τὰς αἰσθήσεις.
ἀπαθῆ δ’ ὑποτίθενται τὰ σώματα εἶναι τὰ πρῶτα·
τινὲς μὲν αὐτῶν ὑπὸ σκληρότητος ἄθραυστα, καθάπερ οἱ
περὶ τὸν Ἐπίκουρον· ἔνιοι δὲ, ὑπὸ σμικρότητος ἀδιαίρετα,
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]