De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
ἀμεταβλήτων καὶ τοιούτων, οἷά πέρ ἐστι κατὰ τὴν ἑαυτῶν
φύσιν, καὶ μὴ πασχόντων. ἢ τοίνυν ἐξ αἰσθητικῶν τε καὶ
πασχόντων τῶν πρώτων στοιχείων, ἢ ἐξ ἀναισθήτων μὲν, ἀλλὰ
μεταβάλλεσθαι καὶ ἀλλοιοῦσθαι δυναμένων, ἀναγκαῖόν ἐστι
συνίστασθαι τὸ μέλλον αἰσθήσεσθαι. ταῦτα μὲν οὖν, ὅτι τε
πλείω πάντως ἑνός ἐστι τὰ στοιχεῖα, καὶ ὅτι παθητικὰ, δείκνυσιν.
εἰ δ’ ἐκ τῶν πρώτων αἰσθητικῶν ἁπάντων, ἢ οὖκ
αἰσθητικῶν, οὔπω δείκνυσιν· ἄμφω γὰρ ἐνδέχεσθαί φασιν.
ὅτι μέντοι πάντως ἐστί τινα τὰ μὴ αἰσθητικὰ, πρόδηλον
ἐκ τοῦ καὶ τῶν συνθέτων εἷναί τινα τοιαῦτα. ἐπεὶ δ’ αὐτάρκως
ἀποδέδεικται τοῦτο τοῖς γ’ ἀκολουθεῖν ἀποδείξει
μεμαθηκόσιν, ἐφεξῆς ἂν εἴη διελθεῖν ἄμεινον, ὃ πολλάκις
τε καὶ πολλαχοῦ τῶν Ἱπποκράτους συγγραμμάτων ἐπιδείκνυμι,
ὡς ἓν τῶν ὁμοειδῶν εἰπὼν ἡμῖν ἐπιτρέπει τὰ λοιπὰ
τὰ τὴν αὐτὴν ἐκείνῳ δύναμιν ἔχοντα προστιθέναι τῷ λόγῳ.
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]