De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
πρὸς δὲ τῷ διττὰς μὲν χολὰς ἀναμεμίχθαι τῷ αἵματι διὰ
παντὸς, ὠχρὰν καὶ μέλαιναν, ἐπ’ αὐταῖς δὲ τρίτον τὸ
φλέγμα, τὰ κατὰ φύσιν ἐν ταῖς ἡλικίαις τε καὶ ὥραις φαινόμενα
διῆλθεν. ἢν γάρ τοι δῴης, φησὶν, ἀνθρώπῳ φάρμακον,
ὅ τι φλέγμα ἄγει, ἐμεῖταί σοι φλέγμα. καὶ ἢν δῴης
φάρμακον, ὅ τι χολὴν ἄγει, ἐμεῖταί σοι χολή. καὶ ἢν
τρώσῃς αὐτοῦ, φησὶ, τὶ τοῦ σώματος, ὥστε ἕλκος γενέσθαι,
ῥυήσεται αἷμα. καὶ ταῦτα ποιήσει σοι, φησὶ, πάντα
πάσῃ ἡμέρῃ καὶ νυκτὶ; καὶ χειμῶνος καὶ θέρεος. πρὸς δὲ
τῷ ταῦτα εἶναι τὴν φύσιν αὐτοῦ, τουτέστιν ἐκ τούτων
ἅπαντα τὰ μόρια καὶ γεγονέναι καὶ τρέφεσθαι, τάδε φησί.
πρῶτον μὲν φανερός ἐστιν ὁ ἄνθρωπος ἔχων ἐν ἑαυτῷ
ταῦτα πάντα, ἕως ἂν ζῇ. ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου
ταῦτα πάντα ἔχοντος, τέθραπταί τε ἐν ἀνθρώπῳ ταῦτα
πάντα ἔχοντι, ὁπόσα φημί τε καὶ ἀποδείκνυμι. ταῦτα
πάντα, ἐάν τις ἐκποδὼν ποιήσηται τὴν Ἀσκληπιάδειον ἀναισχυντίαν,
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]