De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
δ’ ἐξ ἀνάγκης αὐτῷ καὶ ἡ εἰς τὸ κατὰ φύσιν ἐπάνοδος
μία. τοῦτο δ’ ἦν ἡ ἴασις· ὥστε καὶ ἡ ἴασις ἔσται μία
τοῦ δι’ ἑαυτοῦ πάσχοντος, ὥσπερ καὶ τὸ ἰώμενον ἕν. ὅτι
δέ γε ἅπαντα ταῦτα τὰ νῦν εἰρημένα ψευδῆ προφανῶς
εἰσιν, οὐ δέομαι λέγειν, ἀλλ’ ἕπεται τῇ πρώτῃ τῶν ὑποθέσεων,
ἣν ἀδύνατόν γε παντὸς μᾶλλον οὖσαν ἐκ περιουσίας
ὁ Ἱπποκράτης προσήκατο, καὶ οὐδὲν ἧττον ἀπέδειξε
κᾀκ ταύτης τῆς ὑποθέσεως, ὅπερ ἐξ ἀρχῆς αὐτῷ προὔκειτο.
τὸ μὲν γὰρ, εἰ ἕν ἐστι τὸ στοιχεῖον, οὐκ ἂν ἀλγεῖν ἡμᾶς,
ἀληθές. τὸ δέ γε ὑποθέσθαι, κᾂν εἰ ἕν ἦν τὸ στοιχεῖον,
ἡμᾶς ἀλγεῖν, οὐκ ἀληθές. ἀλλ’ ὅμως ὑποτίθεται
τοῦτο, δεικνὺς ἐκ τῶν ἑπομένων αὐτῷ τὸ καὶ οὕτως ἀνατρέπεσθαι
τὴν ἀρχήν. ἕν μὲν γὰρ καὶ τὸ νόσημα, καὶ τὸ
εἶδος τῆς ἰάσεως ἔσται, καὶ τὸ ἰώμενον ἕν ἐστιν· οὐχὶ δέ
γε τὸ ἰώμενον ἕν· ὑπόθεσις ἄρα ψευδὴς ἡ ἕν εἶναι λέγουσα
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]