De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
ἐχούσης ᾧδε· ὥσπερ γὰρ τῷ γεωμέτρῃ οὐκ ἔτι λόγος ἐστὶ
πρὸς τὸν ἀναιροῦντα τὰς ἀρχὰς, ἀλλ’ ἤτοι ἑτέρας ἐπιστήμης,
ἢ κοινῇ πασῶν, οὕτως οὐδὲ τῷ φυσικῷ· τοῖς γὰρ
ἀναιροῦσι τὰ ἐναργῶς φαινόμενα ἢ κοινῇ πάντας ἀνθρώπους
μέμφεσθαι προσῆκεν, ὡς ἀνατρέπουσι τὸν βίον, ἢ
τέχνην τινὰ ὑπὲρ τῶν ἀρχῶν ἀγωνιζομένην προστήσασθαι
παρὰ τὰς κατὰ μέρος ἁπάσας, αὐτὴν δ’ ἑκάστην τῶν κατὰ
μέρος τεχνῶν ἐπὶ ταῖς ἀρχαῖς συγχωρηθείσαις οὕτω προϊέναι.
φαίνονται τοίνυν ὁ μὲν Ἀριστοτέλης τε καὶ Ἱπποκράτης
ὡσαύτως διατεθεῖσθαι τὸν λόγον, οἱ δ’ ἐξηγηταὶ μὴ
παρακολουθεῖν. οὐδὲ γὰρ διὰ τοῦτ’ εἶπεν ὁ Ἱπποκράτης,
οὐκ ἐπιτήδειον εἶναι τὸν λόγον τοῖς εἰωθόσιν ἀκούειν περὶ
φύσεως ἀνθρωπίνης προσωτέρω, ἢ ὁκόσον αὐτέης εἰς ἰατρικὴν
ἀφίκει, διότι καταγινώσκει τῶν πῦρ καὶ γῆν καὶ
ὕδωρ καὶ ἀέρα τιθεμένων στοιχεῖα, ἀλλ’ ἁπλῶς ἀπ’ ἀρχῆς
ἄχρι τέλους τοῖς ἓν ὁτιοῦν αὐτῶν εἰποῦσιν εὑρίσκεται
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]