De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
γένεσις, καὶ πάντων εἰς ταῦτα ἡ τελευτή. καὶ σε καὶ τούτῳ
προσέχειν τὸν νοῦν ἀξιῶ, τῷ λαθόντι πολλοὺς τῶν
ἰατρῶν, οἳ νομίζουσι φυγεῖν τὸν Ἱπποκράτην τὸ πάντων
τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων ἀποφαίνεσθαι ταῦτα
στοιχεῖα. τετράκις μὲν γὰρ ἐν ταύτῃ τῇ ῥήσει, τῇ νῦν
ἡμῖν προχειρισθείσῃ τὸ, πάντων, ὄνομα παρέλαβεν, ἔτι τε
πρότερον, ἡνίκα ἔλεγεν· ἀνάγκη τοίνυν, τῆς φύσεως τοιαύτης
ἐούσης καὶ τῶν ἄλλων ἁπάντων, καὶ τῆς τοῦ ἀνθρώπου, μὴ
ἓν εἶναι τὸν ἄνθρωπον· ἔν τε τοῖς ἐφεξῆς λόγοις οὕτω
φαίνεται χρώμενος. ἀλλὰ τοῦτό γε παρορῶσιν οἱ πολλοὶ
τῶν Ἱπποκρατείους ἑαυτοὺς ὀνομαζόντων, ἔτι τε πρὸς τούτοις
νομίζοντες ἄλλό τι λέγειν αὐτὸν ὑγρὸν καὶ ψυχρὸν
καὶ θερμὸν καὶ ξηρὸν, οὐ τὰ κοινὰ πάντων στοιχεῖα. τὰς
μὲν γὰρ ποιότητας αὐτῶν ὅτι μὴ βούλεται στοιχεῖα τίθεσθαι
τῶν ἀνθρωπίνων σωμάτων, ἐξ ὧν ἤδη προὐθέμην
αὐτοῦ ῥήσεων, ἐναργῶς ἀποδεδεῖχθαι νομίζω, κᾀκ ταύτης
οὐχ ἥκιστα· καὶ πάλιν, εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ, καὶ
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]