De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
τὸ μὲν γάρ ἐστιν ἄκρως ὀῤῥῶδες καὶ λεπτὸν ἐν τῷ γάλακτι,
τὸ δὲ ἄκρως τυρῶδες καὶ παχύ. ταῦτα δὲ, ἕως μὲν ἐκέκρατο
πρὸς ἄλληλα, μέσον ἀπειργάζετο τὸ γάλα τυροῦ καὶ
ὀῤῥοῦ· διακριθέντα δὲ, τὴν οἰκείαν ἰδέαν ἐνεδείξατο, καὶ
τὴν τοῦ γάλακτος ἐδίδαξε φύσιν, ὡς οὐκ ἄρα ἓν ἦν ἀκριβῶς,
ἀλλ’ ἐξ ἐναντίων τε καὶ διαφερόντων συγκείμενον. ὡς
οὖν ἐν τῷ γάλακτι τὸ μέν ἐστιν ὀῤῥὸς, τὸ δὲ τυρὸς, οὕτω
καὶ ἐν τῷ αἵματι τὸ μὲν οἷον ἰχὼρ αἵματος ἀνάλογον ὀῤῥῷ
γάλακτος, τὸ δὲ οἶον ἰλύς τις καὶ τρὺξ ἀνάλογον τῷ
τυρῷ. καὶ μὲν δὴ καὶ ἶνας ἐμφερομένας τῷ αἵματι σαφῶς
ἐστι θεάσασθαι, καὶ τούτων ἐξαιρεθεισῶν, οὐ πήγνυται τὸ
αἷμα, καὶ χωρισθὲν τῶν ἰνῶν τὸ αἷμα καὶ χροιᾷ καὶ συστάσει
διαφέρει. τὸ μὲν γὰρ ἐρυθρὸν ἀκριβῶς φαίνεται, τὸ δὲ
ξανθότερον τούτου, τὸ δὲ μελάντερον. ἔστιν ὅτε δὲ καὶ
σαφῶς ἐπανθεῖ τι λευκὸν αὐτῷ, καί ποτε πελιδνὸν ἅπαν
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]