De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
ἐκκενώσει χυμὸν, ὁποῖον ἕλκειν πέφυκεν, ἀλλ’ οὐκ ἴσον ἐν
πάσῃ φύσει σώματος, οὔθ’ ὑγιαινόντων, οὔτ’ ἀῤῥωστούντων.
ἵνα γὰρ ἀπὸ τῶν ἀῤῥωστούντων ἄρξωμαι, χολῆς
τῆς ὠχρᾶς τε καὶ ξανθῆς ὀνομαζομένης εἰ δοίης τοῖς
ἰκτεριῶσιν ἀγωγὸν φάρμακον, ἄξει σοι παμπόλλην χολήν.
εἰ δέ γε τοῖς τὸν καλούμενον ὕδερον λευκοφλεγματίαν νοσοῦσι
ταὐτὸ τοῦτο δοίης φάρμακον, ἐλαχίστην μὲν ἐκκενώσει
χολήν. εἰ δ’ αὖ πάλιν ἕτερον δοίης φάρμακον, ὑφ’ οὗ
φλέγμα κενοῦσθαι πέφυκεν, ἥκιστα μὲν ἐν τοῖς ἰκτεριῶσι
κενώσει φλέγμα, καὶ σὺν μεγάλῃ τῇ βλάβῃ· πάμπολυ δὲ
τοῖς προειρημένοις ὑδέροις, καὶ χωρὶς τοῦ βλάψαι. καὶ
μέντοι καὶ τοῖς ἐλεφαντιῶσι πολλάκις ἐδώκαμεν, ὅ τι χολὴν
ἐκκαθαίρει μέλαιναν· ὑφ’ οὗ καὶ ῥᾴστην καὶ πλείστην
σὺν ὠφελείᾳ μεγάλῃ τὴν κένωσιν εἴδομεν
ἀπαντῶσαν.
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]