De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
ἤδη τοῦ δοθέντος φαρμάκου, μηδένα δρῶντος δὲ, ὃ πέφυκε
δρᾷν, ἐκεῖνον μόνον ἐχρῆν φέρεσθαι διὰ παντὸς, ὃν ἐξ ἀρχῆς
ἐκένου. οὐ γὰρ δή που πρότερον μὲν, ὅτε ἰσχυρὸν ἦν
ἔτι τὸ σῶμα, καὶ συντήκειν αὐτὸ, καὶ μεταβάλλειν εἰς ὅπερ
ἐπεφύκει, τὸ φάρμακον ἱκανὸν ἦν· ἐπεὶ δ’ ἀσθενὲς ἐγένετο,
νῦν οὐκέτι ταὐτὰ δρᾶσαι δυνήσεται. καὶ μὴν, ὅτι γε δρᾷ, πρόδηλον.
ἐκκενοῦται γὰρ οὐδὲν ἧττον ἐν τῷδε καὶ διαλύεται
καὶ φθείρεται τὸ σῶμα. πῶς οὖν οὐκέθ’ ὅμοιος τῷ
πρόσθεν ὁ κενούμενος χυμὸς φαίνεται; οὐκ ἄλλως πάντως,
ἢ ὅτι πᾶς ἐκεῖνος ὀλίγου δεῖν ἐκκεκένωται τοῦ σώματος.
ὥστ’ οὐδὲ ζῇν ἔτι δυνατὸν ἔσται τῷ ζώῳ, τῶν στοιχείων
τινὸς αὐτοῦ παντάπασιν ἀπολλυμένου, ἀλλὰ διαλύεσθαί τε
καὶ φθείρεσθαι καὶ ῥεῖν ἐφεξῆς, ὅστις ἂν ἔτι τῶν ὑπολοίπων
χυμῶν ἑτοιμότερος ᾖ κενοῦσθαι. διὰ τοῦτ’ οὖν,
εἴτε χολῆς μελαίνης, εἴτε φλέγματος ἀγωγὸν εἴη τὸ φάρμακον,
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]