De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
σύμφυτος, οὐκ αἰσθήσεται τῆς ἀμφ’ αὐτὸ γενομένης διαθέσεως,
ὥσπερ οὐδὲ οἱ λίθοι. καὶ μὴν ἀμφοῖν ἀπολείπεται
τὰ τούτων στοιχεῖα, μήτ’ ἀλλοιοῦσθαι μήτ’ αἰσθάνεσθαι
πεφυκυίας ἀτόμου μηδεμιᾶς. εἴπερ οὖν ἐξ ἀτόμων
τινῶν ἦμεν, ἤ τινος τοιαύτης ἄλλης φύσεως μονοειδοῦς, οὐκ
ἂν ἠλγοῦμεν· ἀλγοῦμεν δέ γε· δῆλον οὖν, ὡς οὐκ ἐσμὲν ἐξ
ἁπλῆς τινος καὶ μονοειδοῦς οὐσίας. τὸ μὲν δὴ κεφάλαιον
τοῦ λόγου τοῦτο, πρόδηλον ὑπάρχον ἅπασι τοῖς ἐν τῆ λογικῇ
θεωρίᾳ γεγυμνασμένοις, οὕτω πως περαίνει τὸ προκείμενον.
ἐπεὶ δὲ, πρὸς τῷ μὴ γεγυμνάσθαι τὸν λογισμὸν,
οἱ τὰ τοιαῦτα εἰσηγούμενοι στοιχεῖα καὶ ἄλλως εἰσὶ φιλόνεικοι,
μέγιστον εἶναι νομίζοντες κακὸν τὸ μετατίθεσθαι πρὸς τὰ βελτίω,
πειρατέον αὐτοῖς ἐκθέσθαι τὸν καθόλου τοῦτον λόγον
ἐπὶ παραδειγμάτων τινῶν κατὰ μέρος. εἰ γάρ τις τῇ λεπτοτάτῃ
βελόνῃ τρώσειε τὸ δέρμα, πάντως μὲν ἀλγήσει τὸ ζῶον,
ἅψεται δὲ ἤτοι μιᾶς, ἢ δυοῖν, ἢ καὶ πλειόνων ἀτόμων
ἡ βελόνη. πρῶτον οὖν ὑποκείσθω, ψαύειν αὐτὴν μιᾶς. ἀλλ’
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]