De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
οὔτ’ ἐπὶ τῶν φαινομένων ἔχουσι δεῖξαι, καὶ τῷ λόγῳ σκοπουμένοις
παντὸς μᾶλλον ἀδύνατον φαίνεται. καὶ μὴν εἰ
καὶ τὴν αἴσθησιν ἡμῶν συγχωρησάντων ταῖς ἀτόμοις ὁ χωρισμὸς
ἀνώδυνος εὑρίσκεται, καὶ λόγῳ καὶ πείρᾳ σκοπουμένοις,
εἴπου γέ τοι πρὸς τούτῳ καὶ τὸ μηδ’ αἰσθάνεσθαι
λάβοιεν, ὀδυνᾶσθαι δυνήσονται; τὸ μὲν γὰρ ὀδυνᾶσθαι, καθότι
καὶ πρόσθεν εἴρηται, δυοῖν τούτοιν ἐξ ἀνάγκης δεῖται
συνιόντων ἀλλήλοις, ἀλλοιώσεώς τε ἅμα καὶ αἰσθήσεως.
ἔχουσι δ’ οὐδέτερον αὐτῶν αἱ ἄτομοι. δεόντως οὖν, εἰ καὶ
θάτερον αὐταῖς ὑπάρχειν ὑποθεῖο, μένουσιν ἔτ’ ἀνώδυνοι.
καὶ γὰρ εἰ ἀπαθεῖς μὲν, αἰσθητικὰς δ’ εἷναι συγχωρήσειας,
οὐκ ἀλγήσουσιν, ὅτι μηδὲ πείσονται. καὶ εἰ πάσχειν μὲν,
ἀλλ’ ἀναισθήτους ὑπάρχειν, οὐκ ἀλγήσουσιν, ὅτι μηδ’ αἰσθήσονται.
χρὴ γὰρ, ὡς εἴρηται, καὶ πάσχειν καὶ τοῦ πάθους
αἰσθάνεσθαι τὸ μέλλον ὀδυνήσεσθαι σῶμα. οὐκοῦν
οὔτ’ ἐξ ἀπαθῶν τε ἅμα καὶ ἀναισθήτων ἐγχωρεῖ στοιχείων
εἶναι τὸ αἰσθητικὸν σῶμα· οὐ μὴν οὐδ’ ἐξ ἀπαθῶν
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]