De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
ταύτῃ θερμότης ἡ ἄκρα, καὶ τοῦθ’ ὁμοίως ὡμολόγηται· καὶ
ὡς ἡ μὲν ὕλη διὰ παντὸς τοῦ αἰῶνος ἐστὶν, ἀγέννητός τε καὶ
ἄφθαρτος οὖσα, τὸ δὲ γινόμενόν τε καὶ ἀπογινόμενον αὐτῆς ἡ
ποιότης ἐστίν· καὶ ὡς ὁμογενὲς εἶναι χρὴ τὸ στοιχεῖον, οὗπερ ἂν
εἴη στοιχεῖον. ἐν τούτῳ γὰρ δὴ καὶ διήνεγκε στοιχεῖον ἀρχῆς, ἐν
τῷ τὰς μὲν ἀρχὰς οὐκ ἐξ ἀνάγκης ὁμογενεῖς εἶναι τοῖς πράγμασιν,
ὧν ὑπάρχουσιν ἀρχαὶ, τὰ δὲ στοιχεῖα πάντως ὁμογενῆ.
ποιότης μὲν γὰρ ἁπλῆ ποιότητος συνθέτου στοιχεῖον, ἁπλοῦν
δὲ σῶμα σώματος οὐχ ἁπλοῦ. καὶ μὴν εἰ τὸ θερμὸν, καὶ
ψυχρὸν, καὶ ξηρὸν, καὶ ὑγρὸν ἐλέγετο τριχῶς, ἢ ὡς ποιότης,
ἢ ὡς ἄμικτον, ἢ ὡς μεμιγμένον σῶμα, φαίνεται δ’ οὔθ’ ἡ
ποιότης στοιχεῖον, οὔτε τὸ κεκραμένον καὶ μεμιγμένον σῶμα,
ὑπολείπεται τοίνυν τὸ ἄκρατόν τε καὶ ἄμικτον σῶμα καὶ
ἁπλοῦν ταῖς ποιότησι τὸ στοιχεῖον εἶναι. πάλιν οὖν ἥκει
πῦρ, καὶ γῆ, καὶ ὕδωρ, καὶ ἀὴρ, ἐν οἷς πρώτοις ἄκρα
θερμότης, καὶ ψυχρότης, καὶ ξηρότης, καὶ ὑγρότης ἐστί.
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]