De Elementis ex Hippocrate (On the Elements According to Hippocrates)
Kühn 1821
ἑτέρῳ δὲ τρόπῳ πάλιν Ἀναξαγόρας τε καὶ Ἐμπεδοκλῆς, ὁ
μὲν τὰς ὁμοιομερείας εἰσάγων, ὁ δ’ ἀμετάβλητα νομίζων
εἶναι τὰ τέσσαρα στοιχεῖα. ἡμεῖς δ’ ἐξαπλώσαντες τὸν λόγον,
εἰς ὅσον σαφέστερον, εἰς τοσοῦτον καὶ πιστότερον ἐργασόμεθα.
γενήσεται δὲ τοιοῦτός τις. εἴπερ ἀλγοῦμεν,
οὔτε μία τῷ εἴδει, οὔτ’ ἀπαθής ἐστιν ἡμῶν ἡ οὐσία. καὶ
μὴν εἴπερ πάσχει, θερμαινομένη τε καὶ ψυχομένη καὶ ξηραινομένη
καὶ ὑγραινομένη πείσεται. τῶν δ’ ἄλλων οὐδεμία
ποιοτήτων ἀλλοιοῦν οἵα τ’ ἐστὶ τὸ πλησιάζον ὅλον δι’
ὅλου. οὔτε γὰρ, εἰ τὸ βαρὺ τῷ κούφῳ πλησιάσειεν, ἢ τῷ
βαρεῖ τὸ κοῦφον, ἢ τὸ κοῦφον ἔσται βαρὺ, ἢ τὸ βαρὺ
κοῦφον, οὔτ’, εἰ τῷ τραχεῖ τὸ λεῖον, καὶ τῷ πυκνῷ τὸ μανὸν,
καὶ τῷ παχεῖ τὸ λεπτόν. τῶν γὰρ τοιούτων οὐδὲν
ἀλλοιοῦν δύναται τὸ πλησιάζον ὅλον δι’ ὅλου. ὑπολείπεται
οὖν ἔτι τὸ μαλακὸν καὶ σκληρὸν καὶ γλίσχρον
καὶ κραῦρον. ἀλλά τοι καὶ τούτων τὸ μὲν μαλακὸν
Work
Title: De Elementis ex Hippocrate
English: On the Elements According to Hippocrates
Original: Περὶ στοιχείων καθ' Ἱπποκράτην
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 413-508
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_008.xml [171 Kb]