De Pulsibus ad Tirones (On the Pulse for Beginners)
Kühn 1824
Γίνεται δὲ καὶ καθ’ ἕνα σφυγμὸν ἀνωμαλία, περί τε τὰ μέρη τῆς ἀρτηρίας διαφερόντως ἔχοντα πρὸς ἄλληλα, θέσει τε καὶ κινήσει, καὶ παρὰ τὴν ἑνὸς ἑκάστου σφυγμοῦ καθ’ αὑτὸ κίνησιν. ἡ μὲν οὖν ἐν τῇ θέσει τῶν μορίων ἀνωμαλία συνίσταται παρὰ τὸ ἄνω καὶ κάτω, καὶ πρόσω καὶ ὀπίσω, καὶ δεξιὰ καὶ ἀριστερὰ μετῆχθαι δοκεῖν τὴν ἀρτηρίαν· ἐν δὲ τῇ κινήσει θᾶττον, ἢ βραδύτερον, ἢ πρωϊαίτερον, ἢ ὀψιαίτερον, ἢ σφοδρότερον, ἢ ἀμυδρότερον, ἢ ἐπὶ πλείονα χρόνον, ἢ ἐλάσσονα, ἢ ἀεὶ, ἢ οὐδ’ ὅλως κινουμένων. καθ’ ἕκαστον δὲ μέρος ἐν μὲν τῷ διακεκόφθαι σαφῶς, ἐξ ὧν ἐστι καὶ ὁ δορκαδίζων· ὡσαύτως δὲ καὶ ἐν τῷ παλινδρομεῖν, ἐξ ὧν ἐστι καὶ ὁ δίκροτος. ἐν δὲ τῷ τῆς κινήσεως οὐκ ἰσοταχεῖ, ὅταν ἀρχομένη μὲν ὠκυτέρα, τελευτῶσα δὲ βραδυτέρα, καὶ ἀνάπαλιν ἀρχομένη μὲν βραδυτέρα, τελευτῶσα δὲ ὠκυτέρα, καὶ κατὰ σφοδρότητα καὶ ἀμυδρότητα καὶ μικρότητα καὶ μέγεθος ὡσαύτως, οὐκ εἰς δύο μόνους χρόνους τῆς κινήσεως μεριζομένης, ἀλλὰ καὶ εἰς πλείονας, ἐφ’ ὅσον ἂν αἰσθήσει διαγνωστόν. αὗται μὲν οὖν αἱ ἁπλαῖ καὶ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίαι.
Work
Title: De Pulsibus ad Tirones
English: On the Pulse for Beginners
Original: Περὶ τῶν σφυγμῶν τοῖς εἰσαγομένοις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Volume: 8
Pages: 453-492
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_009.xml [79 Kb]