De Pulsibus ad Tirones (On the Pulse for Beginners)
Kühn 1824
συμμέτρους. ὡσαύτως δὲ καὶ τοῦ φθινοπώρου τὰ μέσα.
προϊὸν δὲ τὸ ἔαρ ἀφαιρεῖται τοῦ μεγέθους καὶ τῆς σφοδρότητος,
προστίθησι δὲ τῷ τάχει καὶ τῇ πυκνότητι. καὶ τέλος
ἡνίκα ἂν ἐπιλάβῃ τὸ θέρος, ἀμυδροὶ καὶ μικροὶ καὶ ταχεῖς
καὶ πυκνοὶ γίνονται. τὸ δὲ φθινόπωρον προϊὸν ἁπάντων
ἀφαιρεῖ, μεγέθους, σφοδρότητος, τάχους, πυκνότητος, ὥστε
καὶ τοῦ χειμῶνος ἐπελθόντος, εἰς μικρότητα καὶ ἀμυδρότητα
καὶ βραδύτητα καὶ ἀραιότητα τετράφθαι. ἔοικε δὲ τὰ μὲν
πρῶτα τοῦ ἦρος τοῖς ὑστάτοις τοῦ φθινοπώρου, τὰ δὲ
ὕστατα τοῖς πρώτοις, καὶ τὰ μὲν πρῶτα τοῦ θέρους τοῖς
ὑστάτοις τοῦ θέρους, καὶ τὰ πρῶτα τοῦ χειμῶνος τοῖς
ὑστάτοις τοῦ χειμῶνος. ὥστε ὅσα θέρους μέσου καὶ μέσου
χειμῶνος ἶσον ἐφ’ ἑκάτερα ἀφέστηκεν, ὁμοίως τρέπει.
μέσον δὲ θέρους πῂ μὲν ὡσαύτως ἐστὶ, πῂ δὲ ἐναντίως
ἔχει μέσῳ χειμῶνι, μικροὶ μὲν γὰρ καὶ ἀμυδροὶ καθ’ ἑκάτερον.
ὠκεῖς δὲ καὶ πυκνοὶ θέρους καὶ βραδεῖς καὶ ἀραιοὶ
χειμῶνος, οὐ μὴν οὕτω μικροὶ θέρους, ὡς χειμῶνος, ἀλλ’
ἧττον θέρους, οὐδ’ οὕτως ἀμυδροὶ χειμῶνος, ὡς θέρους,
Work
Title: De Pulsibus ad Tirones
English: On the Pulse for Beginners
Original: Περὶ τῶν σφυγμῶν τοῖς εἰσαγομένοις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1824
Volume: 8
Pages: 453-492
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_009.xml [79 Kb]