Quod Optimus Medicus Sit Quoque Philosophus (The Best Doctor is also a Philosopher)
Kühn 1821
πλοῦτον ἀρετῆς εἶναι τιμιώτερον, οὔθ’ οἶος Φειδίας ἐν πλάσταις,
οὔθ’ οἶος Ἀπελλῆς ἐν γραφεῦσιν, οὔθ’ οἶος Ἱπποκράτης
ἐν ἰατροῖς, ἔτι γενέσθαι τινά. καίτοι τό γε ὑστέροις
τῶν παλαιῶν ἡμῖν γεγονέναι, καὶ τὸ τὰς τέχνας ὑπ’ ἐκείνων
ἐπὶ πλεῖστον προηγμένας παραλαμβάνειν οὐ μικρὸν ἦν πλεονέκτημα.
τὰ γοῦν ὑφ’ Ἱπποκράτους εὑρημένα χρόνῳ παμπόλλῳ
ῥᾷστον ἦν ἐν ὀλιγίστοις ἔτεσιν ἐκμαθόντα τῷ
λοιπῷ χρόνῳ τοῦ βίου πρὸς τὴν τῶν λειπόντων εὕρεσιν καταχρήσασθαι.
ἀλλ’ οὐκ ἐνδέχεται πλοῦτον ἀρετῆς τιμιώτερον
ὑποθέμενον, καὶ τὴν τέχνην οὐκ εὐεργεσίας ἀνθρώπων
ἕνεκεν, ἀλλὰ χρηματισμοῦ μαθόντα, τοῦ τέλους τοῦ κατ’
αὐτὴν ἐφίεσθαι. φθάσουσι γὰρ ἕτεροι πλουτῆσαι, πρὶν ἡμᾶς
ἐπὶ τὸ τέλος αὐτῆς ἐξικέσθαι. οὐ γὰρ δὴ δυνατὸν ἅμα
χρηματίζεσθαί τε, καὶ οὕτω μεγάλην ἐπασκεῖν τέχνην, ἀλλ’
ἀνάγκη καταφρονῆσαι θατέρου τὸν ἐπὶ θάτερον ὁρμήσαντα
σφοδρότερον. ἆρ’ οὖν ἔχομέν τινα τῶν νῦν ἀνθρώπων εἰπεῖν,
εἰς τοσοῦτον μόνον ἐφιέμενον χρημάτων κτήσεως, εἰς
Work
Title: Quod Optimus Medicus Sit Quoque Philosophus
English: The Best Doctor is also a Philosopher
Original: Ὅτι ὁ ἄριστος ἰατρὸς καὶ φιλόσοφος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 53-63
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_010.xml [19.4 Kb]