Quod Optimus Medicus Sit Quoque Philosophus (The Best Doctor is also a Philosopher)
Kühn 1821
δυσμάς· ἰδεῖν δὲ καὶ τὴν ἐν κοίλῳ κειμένην, καὶ τὴν
ἐφ’ ὑψηλῷ, καὶ τὴν ἐπακτοῖς ὕδασι χρωμένην, καὶ τὴν
πηγαίοις, καὶ τὴν ὀμβρίοις, καὶ τὴν ἐκ λιμνῶν καὶ
ποταμῶν· ἀμελῆσαι δὲ καὶ μήδ’ εἴ τις ψυχροῖς ἄγαν
ὕδασι, μήδ’ εἴ τις θερμοῖς χρῆται, μήτε νιτρώδεσι, μήτε
στυπτηριώδεσιν, ἤ τισιν ἑτέροις τοιούτοις· ἰδεῖν δὲ καὶ ποταμῷ
μεγάλῳ πρόσοικον πόλιν, καὶ λίμνῃ, καὶ ὄρει, καὶ
θαλάττῃ, καὶ τἄλλα πάντα νοῆσαι, καὶ περὶ ὧν αὐτὸς ἡμᾶς
ἐδίδαξεν· ὥστε οὐ μόνον ἀνάγκη χρημάτων καταφρονεῖν τὸν
τοιοῦτον ἐσόμενον, ἀλλὰ καὶ φιλόπονον ἐσχάτως ὑπάρχειν.
καὶ μὴν οὐκ ἐνδέχεται φιλόπονον εἶναί τινα μεθυσκόμενον,
ἐμπιπλάμενον, ἢ ἀφροδισίοις προσκείμενον, ἢ, συλλήβδην
εἰπεῖν, αἰδοίοις καὶ γαστρὶ δουλεύοντα. σωφροσύνης γοῦν
φίλος, ὥσπερ γε καὶ ἀληθείας ἑταῖρος, ὅ γ’ ἀληθὴς ἰατρὸς
ἐξεύρηται. καὶ μὲν δὴ καὶ λογικὴν μέθοδον ἀσκεῖν χάριν
τοῦ γνῶναι, πόσα τὰ πάντα κατ’ εἴδη τε καὶ γένη νοσήματα
Work
Title: Quod Optimus Medicus Sit Quoque Philosophus
English: The Best Doctor is also a Philosopher
Original: Ὅτι ὁ ἄριστος ἰατρὸς καὶ φιλόσοφος
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 53-63
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_010.xml [19.4 Kb]