Quod Animi Mores Corporis Temperamenta Sequantur (The Faculties of the Soul follow the Mixtures of the Body)
Kühn 1822
καὶ τὰς ἐνεργείας τῶν μορίων. ἀκούσωμεν οὖν ἤδη τῶν ὑπὸ
Ἀριστοτέλους γεγραμμένων ἐν τῷ πρώτῳ περὶ ζώων ἱστορίας.
προσώπου δὲ τὸ μὲν ὑπὸ τὸ βρέγμα μεταξὺ τῶν ὀμμάτων
μέτωπον· τοῦτο δὲ οἷς μὲν μέγα, βραδύτεροι, οἷς δὲ μικρὸν,
εὐκίνητοι, καὶ οἷς μὲν πλατὺ, ἐκστατικοί. μία μὲν αὕτη
ῥῆσις. ἑτέρα δὲ οὐ μετὰ πολὺ τόνδε τὸν τρόπον ἔχουσα.
ὑπὸ δὲ τῷ μετώπῳ ὀφρύες διφυεῖς, ὧν αἱ μὲν εὐθεῖαι
φύουσαι μαλακοῦ ἤθους σημεῖον, αἱ δὲ πρὸς τὴν ῥῖνα τὴν
καμπυλότητα ἔχουσαι στρυφνοῦ, αἱ δὲ πρὸς τοὺς κροτάφους
μώμου καὶ εἴρωνος, αἱ δὲ κατεσπασμέναι φθόνου. εἶτα
πάλιν οὐ μετὰ πολύ. κοινὸν δὲ βλεφαρίδος μέρος τῆς ἄνω
καὶ κάτω κανθοὶ, δύο μὲν πρὸς τῇ ῥινὶ, δύο δὲ πρὸς τοῖς
κροτάφοις. οἷς μέν εἰσι μακροὶ, κακοηθείας σημεῖον, οἷς
δὲ βραχεῖς, ἤθους βελτίονος. ὧν δὲ οἱ κτένες οἷον κρεῶδες
ἔχοντες πρὸς τῷ μυκτῆρι, πονηρίας. καὶ μετὰ τοῦτο
πάλιν. ὀφθαλμοῦ δὲ τοῦ μὲν λευκοῦ ὁμοίως ἐπὶ πολὺ
πᾶσι τὸ καλούμενον μέλαν διαφέρει. τοῖς μὲν γάρ ἐστι μέλαν,
Work
Title: Quod Animi Mores Corporis Temperamenta Sequantur
English: The Faculties of the Soul follow the Mixtures of the Body
Original: Ὅτι ταῖς τοῦ σώματος κράσεσιν αἱ τῆς ψυχῆς δυνάμεις ἕπονται
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Volume: 4
Pages: 767-822
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_012.xml [110 Kb]