Digital Corpus for Graeco-Arabic Studies

Galen: Quod Animi Mores Corporis Temperamenta Sequantur (The Faculties of the Soul follow the Mixtures of the Body)

Kühn 1822

εἰς τὸν λόγον, ὁρῶντες ὁσημέραι τὸν οἶνον ἐργαζόμενον, ὅσα περ οἱ ποιηταὶ λέγουσιν·

Οἶνός σε τρώει μελιηδὴς, ὅστε καὶ ἄλλους
Βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλοι μηδ’ αἴσιμα πίνοι.
Οἶνος καὶ Κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα
Ἄασ’ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο
Ἐς Λαπίθας ἐλθόνθ’· ὁ δ’ ἐπεὶ φρένας ἄασεν οἴνῳ,
Μαινόμενος κάκ’ ἔρεξε δόμον κατὰ Πειριθόοιο.

καὶ ἀλλαχόθι περὶ αὐτοῦ φησι Νηλέως·

Ὅστ’ ἐφέηκε πολύφρονά περ μάλ’ ἀεῖσαι

Καί θ’ ἁπαλὸν γελάσαι, καί τ’ ὀρχήσασθαι ἀνῆκε,

Καί τι ἔπος προέηκεν, ὅπερ τ’ ἄῤῥητον ἄμεινον.

οὕτω δὲ καὶ Θεόγνις ἔλεγεν· Οἶνος πινόμενος πουλὺς κακόν· ἢν δέ τις αὐτὸν Πίνῃ ἐπισταμένως, οὐ κακὸν, ἀλλ’ ἀγαθόν. ὄντως γὰρ, εἰ συμμέτρως ποθείη, καὶ πέψει, καὶ ἀναδώσει, καὶ αἱματώσει, καὶ θρέψει. μεγάλα δὲ συντελεῖ μετ’ αὐτοῦ καὶ τὴν ψυχὴν ἡμῶν ἡμερωτέραν

Work

Title: Galen: Quod Animi Mores Corporis Temperamenta Sequantur
English: The Faculties of the Soul follow the Mixtures of the Body
Original: Ὅτι ταῖς τοῦ σώματος κράσεσιν αἱ τῆς ψυχῆς δυνάμεις ἕπονται

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1822

Volume: 4

Pages: 767-822

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_012.xml [110 Kb]