Quod Animi Mores Corporis Temperamenta Sequantur (The Faculties of the Soul follow the Mixtures of the Body)
Kühn 1822
ἔτι μείζονα θόρυβον ἀπειργάζετο τὰ προσπίπτοντα τῶν
παθημάτων ἑκάστοις. καὶ μέντοι καὶ διέλθωμεν αὐτὰ πάλιν.
ἐφεξῆς γάρ φησι· Διὰ δὴ ταῦτα πάντα τὰ πάθη κατ’
ἀρχὰς ἡ ψυχὴ γίνεται τὸ πρῶτον, ὅταν εἰς σῶμα ἐνδεθῇ
θνητὸν, ὅταν δὲ τὸ τῆς αὐξήσεως καὶ πρὸς ἔλαττον ἐπῇ
ῥεῦμα, πάλιν δὲ περίοδοι λαμβανόμεναι γαλήνης τὴν ἑαυτῶν
ὁδὸν ἴασι, καὶ καθιστῶνται μᾶλλον ἐπιόντος τοῦ χρόνου.
τότε ἤδη πρὸς τὸ κατὰ φύσιν ἰόντων σχῆμα ἑκάστου
τῶν κύκλων αἱ περιφοραὶ κατευθυνόμεναι, τό τε θάτερον
καὶ τὸ ταὐτὸν προσαγόμεναι κατ’ ὀρθὸν, εὔφρονα τὸν ἔχοντα
αὐτὰς γινόμενον ἀποτελοῦσιν. ὅταν, φησὶ, τὸ τῆς αὐξήσεως καὶ
τροφῆς ἔλαττον ἐπῇ ῥεῦμα, τὴν ὑγρότητα δηλονότι λέγων,
τὴν ἔμπροσθεν ὑπ’ αὐτοῦ εἰρημένην τῆς κατὰ ψυχὴν ἀνοίας
αἰτίαν γινομένην, ὡς τῆς μὲν ξηρότητος εἰς σύνεσιν, τῆς δ’
ὑγρότητος εἰς ἄνοιαν ἀγούσης τὴν ψυχήν. ἀλλ’ εἴπερ
ὑγρότης μὲν ἄνοιαν ἐργάζεται, ξηρότης δὲ σύνεσιν, ἡ μὲν ἄκρα
ξηρότης ἄκραν ἐργάζεται σύνεσιν, ἡ δ’ ἐπίμικτος ὑγρότης τοσοῦτον
ἀφαιρήσει τῆς τελείας συνέσεως, ὅσον ἐκοινώνησεν ὑγρότητος.
Work
Title: Quod Animi Mores Corporis Temperamenta Sequantur
English: The Faculties of the Soul follow the Mixtures of the Body
Original: Ὅτι ταῖς τοῦ σώματος κράσεσιν αἱ τῆς ψυχῆς δυνάμεις ἕπονται
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Volume: 4
Pages: 767-822
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_012.xml [110 Kb]