Quod Animi Mores Corporis Temperamenta Sequantur (The Faculties of the Soul follow the Mixtures of the Body)
Kühn 1822
ἐμμανῆ μὲν γὰρ εἶναί φησι τὴν τῶν μειρακίων φύσιν, αὐστηρὰν
δὲ καὶ δύσθυμον καὶ σκληρὰν τὴν τῶν γερόντων,
οὐ δή που διὰ τὸν ἀριθμὸν τῶν ἐτῶν, ἀλλὰ διὰ τὴν τοῦ
σώματος ἔχουσαν κρᾶσιν, τὴν οὖσαν ἑκάστῃ τῶν ἡλικιῶν.
ἡ μὲν γὰρ τῶν μειρακίων θερμὴ καὶ πολύαιμος, ἡ δὲ
τῶν γερόντων ὀλίγαιμός τε καὶ ψυχρά. καὶ διὰ τοῦτό γε
αὖ τοῖς μὲν γέρουσιν ὠφέλιμος οἴνου πόσις, εἰς
συμμετρίαν θερμασίας ἐπανάγουσα τὴν ἐκ τῆς ἡλικίας ψυχρότητα,
τοῖς δ’ αὐξανομένοις ἐναντιωτάτη. ζέουσαν γὰρ
αὐτῶν τὴν φύσιν καὶ σφοδρῶς κινουμένην ὑπερθερμαίνει
τε καὶ εἰς ἀμέτρους τε καὶ σφοδρὰς ἐκμαίνει κινήσεις. ἀλλὰ
Πλάτωνι μὲν καὶ ταῦτα καὶ ἄλλα πολλὰ κατὰ τὸ δεύτερον
τῶν νόμων εἴρηται περὶ πόσεως οἴνου τοῖς βουλομένοις
ἀναγινώσκειν ὠφέλιμα. μόνης δὲ ἐγὼ ἔτι μιᾶς αὐτοῦ ῥήσεως
μνημονεύσω κατὰ τὸ τέλος εἰρημένης ἁπάντων τῶν
περὶ πόσεως λόγων, ἔνθαπερ εἴρηκε τὸν τῶν Καρχηδονίων
λόγον. ἔχει δὲ ἡ ῥῆσις οὕτω. ἀλλ’ ἔτι μᾶλλον τῆς Κρητῶν
καὶ Λακεδαιμονίων χρείας προσθείμην ἂν τῷ Καρχηδονίων
Work
Title: Quod Animi Mores Corporis Temperamenta Sequantur
English: The Faculties of the Soul follow the Mixtures of the Body
Original: Ὅτι ταῖς τοῦ σώματος κράσεσιν αἱ τῆς ψυχῆς δυνάμεις ἕπονται
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Volume: 4
Pages: 767-822
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_012.xml [110 Kb]