Quod Animi Mores Corporis Temperamenta Sequantur (The Faculties of the Soul follow the Mixtures of the Body)
Kühn 1822
τρεφόμενα τὴν αὐτὴν τροφὴν ὑπὸ τοῖς αὐτοῖς γονεῦσιν ἢ
διδασκάλοις ἢ παιδαγωγοῖς, ἐναντιώτατα δὲ ταῖς φύσεσι.
τί γὰρ ἂν ἐναντιώτερον εἴη τοῦ κοινωνικοῦ παιδίου τῷ φθονερῷ,
καθάπερ καὶ τοῦ ἐλεήμονος τῷ ἐπιχαιρεκάκῳ, τοῦ δὲ
δειλοῦ τῷ πρὸς ἅπαντα θαρσαλέῳ, καὶ τοῦ μωροτάτου τῷ
συνετωτάτῳ, καὶ τοῦ φιλαλήθους τῷ φιλοψευδεῖ; καὶ φαίνεταί
γε τὰ παιδία, κᾂν ὑπὸ τοῖς αὐτοῖς γονεῦσι καὶ διδασκάλοις
καὶ παιδαγωγοῖς τρέφηται, κατὰ τὰς εἰρημένας
ἐναντιώσεις ἀλλήλων διαφέροντα. παραφυλάττει οὖν ὃ δεῖ
εἰπεῖν τὰ τοιαῦτα τῶν νῦν φιλοσόφων· ἄμεινον δ’ ἐστὶν
ἴσως εἰπεῖν οὐ φιλοσόφων, ἀλλ’ ἐπαγγελλομένων φιλοσοφεῖν·
ὡς, εἴγε οὕτως ἐφιλοσόφουν, ἐφύλαττον αὐτὸ τοῦτο πρῶτον,
ἀπὸ τῶν ἐναργῶς φαινομένων τὰς ἀρχὰς τῶν ἀποδείξεων
ποιεῖσθαι. καὶ τοῦτο ἐοίκασι μάλιστα πάντων οἱ πάλαι
θειότατοι πρᾶξαί τε καὶ κληθῆναι σοφοὶ παρὰ τοῖς ἀνθρώποις,
οὔτε συγγράμματα γράφοντες, οὔτε διαλεκτικὴν ἢ
φυσικὴν ἐπιδεικνύμενοι θεωρίαν, ἀλλ’ ἐξ αὐτῶν μὲν τῶν
Work
Title: Quod Animi Mores Corporis Temperamenta Sequantur
English: The Faculties of the Soul follow the Mixtures of the Body
Original: Ὅτι ταῖς τοῦ σώματος κράσεσιν αἱ τῆς ψυχῆς δυνάμεις ἕπονται
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1822
Volume: 4
Pages: 767-822
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_012.xml [110 Kb]