Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

προῖκά τις τὸν τοιοῦτον λάβοι. Μή ποτε αὑτοὺς μόνους ἠτιμήκασιν ἐκ πάντων μηδεμίαν ἐκμαθόντες τέχνην; Ὅταν γὰρ καὶ τὰ ἄλογα τῶν ζώων ἐν τεχνικοῖς ἐπιτηδεύμασι παιδεύωσι, καὶ οἰκέτην ἀργὸν καὶ ἄτεχνον οὐδενὸς ἄξιον εἶναι νομίζωσιν· ἐπιμελῶνται δὲ καὶ τῶν χωρίων, καὶ τῶν ἄλλων κτημάτων, ὅπως ἕκαστον εἰς δύναμιν ὅτι βέλτιστον ᾖ· μόνων δ’ ἑαυτῶν ἀμελῶσι, μηδ’ εἰ ψυχὴν ἔχουσι γιγνώσκοντες, εὔδηλον, ὅτι τοῖς ἀποβλήτοις τῶν οἰκετῶν ἐοίκασιν. ὥστε τὶς ἐπιστὰς ἀνδρὶ τοιούτῳ προσηκόντως ἂν εἴποι πρὸς αὐτόν· ὦ ἄνθρωπε, οἰκία μὲν σοὶ εὖ ἔχει, καὶ τὰ ἀνδράποδα πάντα, καὶ ἵπποι δὴ καὶ κύνες, καὶ χωρία, καὶ ὅσα κέκτησαι διάκειται καλῶς· αὐτὸν δὲ σὲ οὐκ ἀγαθὴ κομιδὴ ἔχει. Καλῶς οὖν καὶ ὁ Δημοσθένης, καὶ ὁ Διογένης, ὁ μὲν, χρυσᾶ πρόβατα καλῶν τοὺς πλουσίους καὶ ἀπαιδεύτους· ὁ δὲ, ταῖς ἐπὶ τῶν κρημνῶν συκαῖς ἀπεικάζων αὐτούς. ἐκείνων τε γὰρ τὸν καρπὸν οὐκ ἀνθρώπους, ἀλλὰ κόρακας ἢ κολοιοὺς ἐσθίειν, τούτων τε τὰ χρήματα μηδὲν ὄφελος 

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download