Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

πλεῖστον ὅσον αὐτῶν διενηνόχασιν οἱ ἄνθρωποι, πρόδηλον ἡμῖν ἐστιν, ὁρῶσι τό τε πλῆθος τῶν τεχνῶν, ὧν μεταχειρίζεται τὸ ζῶον τοῦτο, καὶ ὅτι μόνος ἄνθρωπος ἐπιστήμης ἐπιδεκτικὸς, ἣν ἂν ἐθελήσῃ, τέχνην μανθάνει. Τὰ μὲν γὰρ ἄλλα ζῷα σχεδὸν ἄτεχνα πάντ’ ἐστὶ πλὴν ὀλίγων δὴ τινῶν ἐν αὐτοῖς· ἀλλὰ καὶ ταῦτα φύσει μᾶλλον, ἢ προαιρέσει τεχνῶν εὐτύχηκεν. Ὁ δ’ ἄνθρωπος οὔτε τινός τῶν παρ’ ἐκείνοις ἀμελέτητος· ἀλλὰ καὶ τὴν ὑφαντικὴν ἐμιμήσατο τὰς ἀράχνας, καὶ πλάττει, καθάπερ αἱ μέλισσαι, καὶ τοῦ νεῖν οὐκ ἀνάσκητός ἐστι, καίτοι πεζὸς ὤν· ἀλλὰ καὶ τῶν θείων τεχνῶν οὐκ ἀπολείπεται, ζηλῶν μὲν Ἀσκληπιοῦ τέχνην ἰατρικὴν, ζηλῶν δ’ Ἀπόλλωνος αὐτήν γε ταύτην, καὶ τὰς ἄλλας ἁπάσας, ἃς ἔχει, τοξικὴν, μουσικὴν, μαντικήν· ἔτι τε τῶν Μουσῶν τὴν ἑκάστης ἰδίαν. Οὐδὲ γὰρ γεωμετρίας, οὐδ’ ἀστρονομίας ἀφίσταται, ἀλλὰ καὶ τὰ τῆς γῆς νέρθεν, καὶ τὰ ὕπερθε τοῦ οὐρανοῦ, κατὰ Πίνδαρον, ἐπισκοπεῖ. ἐξεπορίσατο δὲ

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download