Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

ἄλλο ἢ περιφανέστερον οὗτοι δυστυχοῦσι; καὶ μέν γε καὶ καταγινώσκονται μᾶλλον οἱ ἀνάξιοι τοῦ γένους. ὥστ’ εἰ καί τις ἠλίθιος ὢν ὑπομιμνήσκοι τὸ λαμπρὸν τοῦ γένους, ἀσυγγνωστότερον ἑαυτῷ τὸ κακὸν ἀποφαίνει. οὐ γὰρ ὁμοίως ἐξετάζομέν τε καὶ βασανίζομεν τοὺς ἐπιτυχόντας ἀνθρώπους τοῖς ἐκ γένους λαμπροῦ· ἀλλὰ τοὺς μὲν, κᾂν μέτριοί τινες ὦσιν, ἀποδεχόμεθα, τῇ δυσγενείᾳ τῆς ἐνδείας τὴν αἰτίαν ἀναφέροντες· τοὺς δὲ, εἰ μηδὲν τῶν προγόνων ἄξιον ἔχοιεν. οὐδέπω θαυμάζομεν, ἂν καὶ τῶν ἄλλων ἁπάντων πολὺ διαφέρωσιν. ὥστ’ εἴ τις εὖ φρονεῖ, τέχνης ἀσκήσει προσίτω, δι’ ἣν, κᾂν εὐγενὴς ᾖ, τοῦ γένους οὐκ ἀνάξιος φανεῖται· κᾂν μὴ τοιοῦτος ὑπάρχῃ, τὸ γένος αὐτὸς ἐπικοσμήσει, μιμησάμενος τὸν παλαιὸν ἐκεῖνον Θεμιστοκλέα, ὃς ὀνειδιζόμενος ἐπὶ τῷ γένει, Ἀλλ’ ἐγὼ τοῖς ἀπ’ ἐμαυτοῦ, ἔφη, τοῦ γένους ἄρξω, καὶ τὸ ἐμὸν ἀπ’ ἐμοῦ γένος ἄρξεται· τὸ δὲ σὸν εἰς σὲ τελευτήσει. Ὁρᾷς, ὡς οὐδὲν κωλύει τὸν Σκύθην Ἀνάχαρσιν καὶ θαυμάζεσθαί

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download