Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

τε καὶ σοφὸν ὀνομάζεσθαι, καίτοι βάρβαρος ἦν τὸ γένος. οὗτός ποτε πρὸς τινὸς ὀνειδιζόμενος, ὅτι βάρβαρος εἴη καὶ Σκύθης. Ἐμοὶ μὲν ἡ πατρὶς ὄνειδος, σὺ δὲ τῇ πατρίδι· πάνυ καλῶς ἐπιπλήξας τῷ μηδενὸς ἀξίῳ λόγου, μόνον δ’ ἐπὶ τῇ πατρίδι σεμνυνομένῳ. Εἰ γὰρ ἐπιστήσαις τοῖς πράγμασι τὸν νοῦν, οὐ διὰ τὰς πόλεις εὕροις ἂν ἐν δόξῃ τοὺς πολίτας γιγνομένους· ἀλλ’ αὐτὸ δὴ τοὐναντίον, διὰ τοὺς ἀγαθοὺς ἄνδρας ἐν ταῖς τέχναις καὶ τὰς πατρίδας αὐτῶν μνημονευομένας. Τίς γὰρ ἦν Σταγείρων λόγος, εἰ μὴ δι’ Ἀριστοτέλην; τίς δ’ ἂν Σόλων, εἰ μὴ δι’ Ἄρατόν τε καὶ Χρύσιππον; ὅπου καὶ τῶν Ἀθηνῶν αὐτῶν μέχρι πόῤῥω τοὔνομα πεφοίτηκεν, οὐ διὰ τὴν τῆς γῆς ἀρετὴν, λεπτόγεως γὰρ, ἀλλὰ διὰ τοὺς ἐν αὐτῇ φύντας, οἳ πλεῖστοί τε καὶ ἄριστοι γενόμενοι, μετέδοσάν τι καὶ τῇ πατρίδι τοῦ σφετέρου κλέους. Μάθοις δ’ ἂν ἐναργέστατα τὸ τοιοῦτον ἀληθὲς ὂν, εἰ τὸν Ὑπέρβολον ἢ τὸν Κλέωνα λογίσαιο τοσοῦτον ἀπὸ τῶν Ἀθηνῶν κερδήσαντας,

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download