Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

παραγγέλματι, τὴν ἑαυτοῦ μορφὴν ἐν κατόπτρῳ θεασάμενον, εἰ μὲν καλὸς εἴη τὴν ὄψιν, ἀσκῆσαι, τοιαύτην εἶναι καὶ τὴν ψυχὴν, ἄτοπον ἡγησάμενον ἐν καλῷ σώματι ψυχὴν αἰσχρὰν οἰκεῖν· εἰ δ’ αἰσχρὸς αὑτῷ φαίνοιτο τὴν τοῦ σώματος ἰδέαν εἶναι, τοσῷδε μᾶλλον ἐπιμεληθῆναι τῆς ψυχῆς ἵν’ ἔχῃ λέγειν τὸ Ὁμηρικόν·

Ἄλλος μὲν γάρ τ’ εἶδος ἀκιδνότερος πέλει ἀνήρ·
Ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει· οἱ δέ τ’ ἐς αὐτὸν
Τερπόμενοι λεύσσουσιν· ὁ δ’ ἀσφαλέως ἀγορεύει
Αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·
Ἐρχόμενον δ’ ἀνὰ ἄστυ, θεὸν ὣς, εἰσορόωσιν.

Ἐξ ἁπάντων τοίνυν τῶν εἰρημένων τοῖς γε μὴ παντάπασιν ἀνοήτοις ἐναργῶς φαίνεται, μήτ’ ἐπὶ γένους λαμπρότητι, μήτ’ ἐπὶ πλούτῳ τε καὶ κάλλει θαῤῥήσαντα καταφρονῆσαι τέχνης ἀσκήσεως. αὐτάρκη μὲν οὖν καὶ ταῦτα. Κάλλιον δ’ ἴσως προσθεῖναι καὶ τὸ τοῦ Διογένους, οἶον ἀγαθόν τινα ἐπῳδόν. Ὃς ἑστιώμενος παρά τινι τῶν μὲν ἑαυτοῦ πάντων

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download