Digital Corpus for Graeco-Arabic Studies

Galen: Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)

Kühn 1821

Οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας.

Πότερον οὖν Εὐριπίδου μὲν καὶ τῶν τοιούτων καταγνῶμεν, τοῖς δὲ φιλοσόφοις ἐπιτρέψομεν τὴν κρίσιν; ἀλλὰ καὶ πρὸς τούτων ἁπάντων, ὥσπερ ἐξ ἑνὸς στόματος, ὡμολόγηται, φαῦλον εἶναι τὸ ἐπιτήδευμα. Οὐδὲ μὴν οὐδὲ τῶν ἰατρῶν τὶς ἐπῄνεσεν αὐτό. Πρῶτον μὲν τοῦ Ἱπποκράτους ἀκούσῃ λέγοντος· Διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων· ἔπειτα δὲ καὶ τῶν ἄλλων ἁπάντων τῶν μετ’ αὐτὸν ἀρίστων ἰατρῶν. Ὅλως μὲν οὖν ἐπὶ μάρτυρος οὐκ ἐβουλόμην κρίνεσθαι· ῥητορικὸν γὰρ τὸ τοιοῦτον μᾶλλον ἢ τιμῶντος ἀλήθειαν ἀνδρός· ὅμως δ’ ἐπειδὴ τινὲς ἐπὶ τὸν τῶν πολλῶν ἔπαινον καταφεύγουσι καὶ τὴν παρὰ τούτων κενὴν δόξαν, ἀφέντες αὐτὸ τὸ ἐπιτήδευμα γυμνὸν τῶν ἔξωθεν σκοπεῖν, ἠναγκάσθην κᾀν τούτοις προχειρίζεσθαι τοὺς μάρτυρας, ἵν’, ὅτι μηδ’ ἐνταῦθα πλέον ἔχουσί τι, γιγνώσκωσιν. Ὅθεν δὲ τὸ τῆς Φρύνης εὔκαιρον ἤδη μοι 

Work

Title: Galen: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 1

Pages: 1-39

Publisher: Cnobloch, Leipzig

Download