Adhortatio ad Artes Addiscendas (Exhortation to the Arts)
Kühn 1821
μὲν οὖν καλῶς ἢ σκάπτειν, ἢ θερίζειν, ἢ ἀροῦν, ἤ τι τῶν ἄλλων τῶν κατὰ γεωργίαν δύνανται. Ἀλλ’ ἴσως εἰς τὰ πολεμικά; τὸν Εὐριπίδην αὖθίς μοι κάλει, ὅστις αὐτοὺς ὑμνήσει λέγων·
Πότερα μαχοῦνται πολεμίοισιν, ἐν χεροῖνΔίσκους ἔχοντες;
τῷ γὰρ ὄντι
Οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας.Ἀλλὰ πρὸς κρύος καὶ θάλπος ἰσχυροὶ, αὐτοῦ γε τοῦ Ἡρακλέους ζηλωταὶ, ὡς ἑνὶ καὶ χειμῶνι καὶ θέρει σκέπεσθαι δέρματι, ὡς ἀνυπόδετοι διατελεῖν, ὑπαίθριοι κοιμᾶσθαι, χαμευνεῖν; ἐν ἅπασι γὰρ τούτοις τῶν νεογνῶν παίδων εἰσὶν ἀσθενέστεροι. Ἐν τίνι τοίνυν ἔτι τὴν ἰσχὺν ἐπιδείξονται; ἢ ἐπὶ τίνι μέγα φρονήσουσιν; οὐ γὰρ δή που ὅτι τοὺς σκυτοτόμους, ἢ τέκτονας, ἢ τοὺς οἰκοδόμους οἷοί τ’ εἰσὶ καταβάλλειν ἐν παλαίστρᾳ τε καὶ σταδίῳ. Τάχ’ οὖν ἐπὶ τῷ δι’ ὅλης ἡμέρας κονίεσθαι δικαιοῦσιν· ἀλλὰ τοῦτό γε καὶ
Work
Title: Adhortatio ad Artes Addiscendas
English: Exhortation to the Arts
Original: Προτρεπτικὸς λόγος ἐπὶ τὰς τέχνας
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 1
Pages: 1-39
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_020.xml [68 Kb]