
In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
τῶν κατ’ αὐτὸ σημείων. ἔστω γὰρ ἀκοῦσαί τε ἡμᾶς καὶ
τεκμηραμένους τὸν κάμνοντα τὴν ῥῖνα μὲν ὀξεῖαν ἔχειν,
τοὺς δὲ ὀφθαλμοὺς κοίλους, ὁ συνήθης γε πόσῳ γινώσκει
μόνος, ἰδίως δὲ καὶ τούτου χρεία τοῖς ἰατροῖς. οὐ γὰρ
μόνον ὅτι παρὰ φύσιν ἔχει τὸ σῶμα, χρήσιμόν ἐστιν ἡμῖν
γινώσκειν, ἀλλὰ καὶ τὸ, πόσῳ μὲν ἡ ῥὶς ὀξυτέρα τῆς κατὰ
φύσιν ἐστὶ, πόσῳ δὲ οἱ ὀφθαλμοὶ κοιλότεροι καὶ οἱ κρόταφοι
συμπεπτωκότες, ἕκαστόν τε τῶν ἄλλων ὧν εἶπεν οὐχ
ἁπλῶς δεινόν ἐστι τὸ ἐναντιώτατον τοῦ ὁμοίου, ἀλλὰ δεινότατον.
ἐναντιώτατον δηλονότι τὸ πλεῖστον ἐκ τοῦ κατὰ
φύσιν κεχωρηκός. ὡς οὖν τοῦτο δεινότατον εἶπεν, οὐχ ἁπλῶς
δεινὸν τὸ ἐναντιώτατον, οὕτω καὶ δεινὸν ἧττον καὶ μᾶλλον
εἰς ὅσον ἂν ἧττόν τε καὶ μᾶλλον ἐναντίον δείκνυται. τὰ
μὲν οὖν ὑπὸ τοῦ προσώπου φαινόμενα σημεῖα καὶ ῥᾷστα
γνωσθήσεται καὶ μεγίστην ἔχοντα δύναμίν ἐστιν, ἅτε κατὰ
τὴν ἀρχὴν εἶπεν εὐθέως, ἅτε περὶ τοὺς ὀφθαλμοὺς ἑξῆς
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]