
In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
ἐκ τούτων τῶν σχημάτων ἤτοι γε ὀπίσω τὰς χεῖρας
ἀμφοτέρας ἢ μόνην μίαν φέρειν. οὕτω δὲ καὶ ἢ κάτω
ποτὲ ἢ πάλιν ἄνω καὶ κάτω τε καὶ ὀπίσω. πολυειδῶς γὰρ
τὰ σχήματα ὑπαλλάσσεται συμπλεκομένων ἀλλήλαις τῶν διαστάσεων.
ἐν ἁπάσαις ταύταις ἐστὶ κοινὸν τὸ φυλάττειν τὴν
ἕδραν, ἣν διαφθείρουσιν ἔνιοι τοὺς ὅρους τῶν διαστάσεων
ὑπερβάλλοντες. ἐάν τε γὰρ οὕτως ὑψηλὸν ᾖ κείμενον τὸ
χειριζόμενον μόριον, ὡς ὑπὲρ τοὺς αὐτοῦ τιτθοὺς ἀναφέρειν
τὰς χεῖρας τὸν ἰατρὸν, ἀναγκασθήσεταί ποτε κουφίσαι μετεωρότερον
αὐτὸν ἐπὶ τῆς ἕδρας, ὡς ἀνιστάμενος, ὡς μηδὲ
ἑστάναι μηδέπω, μηδὲ καθῆσθαι, ἀλλ’ ἐν ἀστηρίκτῳ τε καὶ
μέσῳ τούτων σχήματι καθεστάναι· ἄν τ’ ἐπὶ πλεῖστον ἐπὶ
τὸ δεξιὸν ἢ ἐπὶ τὸ ἀριστερὸν μέρος ἀποκεχωρηκὼς ἐπ’ ἐκείνοις,
αὐτὸς ἐκ τῆς ἕδρας κινηθήσεται, ὡς ὀλισθήσεσθαι ἐξ
αὐτῆς κινδυνεύσας. τί δεῖ λέγειν ὡς ἐπὶ τοῦ πρόσω ἢ
ὀπίσω μέρους ἀμφοτέρως ὅμοια ποιήσεται· καὶ μόνον γέ
τις τοῦ εἰς τὰ κάτω πρὸς τὸ σκοτίζειν αὐτοῦ τὴν ἐνέργειαν,
ἐν ᾧ πρέπει σχήματι καθήσεται.
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]