In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
ἀρχὴ δηλωθήσεται. ἐὰν δὲ ἐπὶ πλειόνων, τὴν πρώτην
ἐπίδεσιν ὅλην δηλώσει τὸ πρῶτον ὄνομα. ἀληθὲς δέ ἐστιν
ἑκάτερον, ἄλλοτε ἐπ’ ἄλλης διαθέσεως οὐκ εἴδει διαφερουσῶν,
ἀλλὰ μεγέθει. τὴν μὲν γὰρ ἐπιεικεστέραν ἐκτροπὴν
καὶ διὰ μιᾶς ἐπιδέσεως, εἰ τὸ κατὰ φύσιν ἄγειν πειρώμεθα,
τὴν μείζονα δὲ οὐ βιαζόμεθα κατὰ τὴν πρώτην ἐπίδεσιν.
ἐπικρατεῖν γὰρ ἐν τῷ τότε καιρῷ χρῆσις τῆς φλεγμονῆς θεραπείαν,
οὐ τὴν ἐκ τῶν ἐκπεπταμένων ἐπανόρθωσιν. ἐπὶ
δὲ τῷ τέγει τοῦ λόγου διὰ τοῦτο προσέθηκεν, ὅριον τοῦ
μάλιστα τὸ ξυμψαύειν. ἐπεὶ δὲ δύναταί τις ἐπὶ πλέον ἀλλήλοις
τὰ συνεστῶτα συνάγειν ἢ ὥστε ψαῦσαι μόνον, ἀλλὰ
τὰ οὕτως συναχθέντα θλᾶται ἀνάλληλα καὶ ὀδύνην ἐργάζεται
καὶ τὰς φλεγμονὰς αὐτῶν αὐξηθήσεται. χρὴ τοίνυν ἄχρι
τοῦ ψαῦσαι συνάγειν ἀλλήλοις τὰ ἐκπεπταμένα, οὐ προσωτέρω
δὲ τοῦδε. γέγραπται δὲ διχῶς ἡ λέξις ἥδε, κατὰ τινὰ μὲν
τῶν γραφῶν ὅριον τοῦ μάλιστα καὶ ταύτην γε ὁ Ἀσκληπιάδης
οἶδε τὴν γραφὴν, ἐν ἄλλοις δὲ οὔτε ὅριον τοῦ μᾶλλον
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]