Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Kühn 1830

τῶν κατ’ αὐτὸ σημείων. ἔστω γὰρ ἀκοῦσαί τε ἡμᾶς καὶ τεκμηραμένους τὸν κάμνοντα τὴν ῥῖνα μὲν ὀξεῖαν ἔχειν, τοὺς δὲ ὀφθαλμοὺς κοίλους, ὁ συνήθης γε πόσῳ γινώσκει μόνος, ἰδίως δὲ καὶ τούτου χρεία τοῖς ἰατροῖς. οὐ γὰρ μόνον ὅτι παρὰ φύσιν ἔχει τὸ σῶμα, χρήσιμόν ἐστιν ἡμῖν γινώσκειν, ἀλλὰ καὶ τὸ, πόσῳ μὲν ἡ ῥὶς ὀξυτέρα τῆς κατὰ φύσιν ἐστὶ, πόσῳ δὲ οἱ ὀφθαλμοὶ κοιλότεροι καὶ οἱ κρόταφοι συμπεπτωκότες, ἕκαστόν τε τῶν ἄλλων ὧν εἶπεν οὐχ ἁπλῶς δεινόν ἐστι τὸ ἐναντιώτατον τοῦ ὁμοίου, ἀλλὰ δεινότατον. ἐναντιώτατον δηλονότι τὸ πλεῖστον ἐκ τοῦ κατὰ φύσιν κεχωρηκός. ὡς οὖν τοῦτο δεινότατον εἶπεν, οὐχ ἁπλῶς δεινὸν τὸ ἐναντιώτατον, οὕτω καὶ δεινὸν ἧττον καὶ μᾶλλον εἰς ὅσον ἂν ἧττόν τε καὶ μᾶλλον ἐναντίον δείκνυται. τὰ μὲν οὖν ὑπὸ τοῦ προσώπου φαινόμενα σημεῖα καὶ ῥᾷστα γνωσθήσεται καὶ μεγίστην ἔχοντα δύναμίν ἐστιν, ἅτε κατὰ τὴν ἀρχὴν εἶπεν εὐθέως, ἅτε περὶ τοὺς ὀφθαλμοὺς ἑξῆς

Work

Title: Galen: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Volume: 18

Number: 2

Pages: 629-925

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_018.xml [549 Kb]