In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
καὶ λέγεσθαι διττῶς· ἓν μὲν γὰρ ὅμοιον ἀπαράλλακτον
νοεῖσθαι, καθάπερ τοὺς Διοσκόρους, ἕτερον δὲ οὐ τοιοῦτον,
ἀλλ’ ἐν ᾧ τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστιν. οὐ μὴν παρὰ τοῖς
παλαιοτάτοις ἰατροῖς τε καὶ φιλοσόφοις, ὧν ἔτι συγγράμματα
διασώζεται, τοιαύτη χρῆσις εὑρίσκεται συγκεχυμένως
καὶ ἀδιαρθρώτως χρωμένων αὐτῶν τῇ τῶν ὁμοίων προσηγορίᾳ,
ποτὲ μὲν ἐπὶ τῶν αὐτῶν εἶδος ἐχόντων ἀπαράλλακτον,
ὡς τὸν ἀριστερὸν ὀφθαλμὸν τῷ δεξιῷ, θεωρουμένοις
ἀμφοῖν ἐφ’ ἑνὸς ἀνθρώπου, ποτὲ δ’ ἂν καὶ ἐπὶ διαφερόντων
ἀνθρώπων, ὁ μὲν γλαυκὸς, ὁ δὲ χαροπὸς ἢ μέλας, ἢ
καθόσον ὀφθαλμοὶ καὶ τούτους ὁμοίους λέγουσιν εἶναι, μᾶλλον
δὲ αὐτοῖς ἐστι καὶ συνηθέστερον τὸν γλαυκὸν τῷ γλαυκῷ,
τὸν χαροπὸν τῷ χαροπῷ λέγειν ὅμοιον, καθάπερ γε καὶ
τὴν ῥῖνα τὴν μὲν γρυπὴν τῇ γρυπῇ, τῇ δὲ σιμῇ τὴν σιμὴν,
τῇ δὲ εὐθείᾳ τὴν εὐθεῖαν ὁμοίαν εἶναι.
Τὰ δ’ ἐς χειρουργίαν κατ’ ἰητρεῖον.
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]