In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
περιῤῥούμενον ἐν τούτῳ τῷ σχήματι περιεῖλον· ἀλλ’ ὅ τε
προσεσχηκὼς τὸν νοῦν τῷ φυσικῷ σχήματι τῶν ὀστῶν καὶ
φυλάττειν αὐτὸ μεμνημένος, ἐὰν μηδέπω πεπωρωμένῳ καὶ
ἐντυχὼν, ὕδατα μετὰ ἐλαίου πολλοῦ καταντλήσας, εἶτα διατείνας
ἰσχυρῶς, πρῶτον μὲν κατέαξεν, ὡς ἐξ ἀρχῆς ἦν κατεαγὸς,
ἐφεξῆς δὲ ἐν τῷ κατὰ φύσιν σχήματι διέπλασε καὶ
μετὰ ταῦτα ἐπέτρεψε τῇ φύσει πωρῶσαι τὸ κατεαγὸς ἐν τούτῳ
τῷ σχήματι. ὥστε ἀληθές ἐστι τὸ μὴ μόνον ἄκοντας
τοὺς ἰατροὺς διὰ τῶν μοχθηρῶν ἐπιδέσεων τἀναντία τῶν
εἰρημένων ἀγαθῶν ἐργάζεσθαι περὶ τοὺς κάμνοντας, ἀλλὰ
καὶ τοὺς ἀρίστους, ἐξεπίτηδες ὅσα μὲν παρὰ φύσιν ἐνδεδίπλωται
πρὸς τοὐναντίον ἀπάγοντας ἐκτρέπειν, ὅσα δὲ συμπέφυκε,
διαλύειν τούτων τὴν σύμφυσιν. εἴδομεν οὖν ἐνίων
τὴν ἐφέλκωσιν καὶ δακτύλους συμφύντας καὶ χείλη καὶ βλέφαρα.
σκοποὶ μὲν οὗτοι τῆς τῶν εἰρημένων παθῶν ἰάσεως·
ἑκάστου δ’ αὐτῶν τὴν οἰκείαν ἐπίδεσιν ἑξῆς διδάσκει,
πρότερον εἰπὼν περὶ τῶν ὀθονίων ὁποῖα χρὴ παρεσκευάσθαι
διὰ τῆς ἐχομένης λέξεως.
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]