In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
ἀλλὰ καὶ τὸ μήτε συῤῥαφὰς ἔχειν ἀνωμάλως προσπίπτοντα
μήτε τὰς καλουμένας ἐξεστίας, αἵτινες ἐν τοῖς
ὑφαινομένοις συμβαίνουσιν, ἐνίοτε μὲν ἐξεπίτηδες, ἐνίοτε δὲ
ἀκουσίως γίγνονται προμήκεις ἐξοχαὶ, ποτὲ μὲν αὐτῆς τῆς
κρόκης, ἔστι δὲ ὅτε καὶ τῆς πορφύρας, ἀλλὰ καὶ κατὰ τὰς
καλουμένας παρυφὰς ἑκοῦσαι, τοῦτο πράττουσι διὰ παντὸς
αἱ γυναῖκες. ἅπαντα οὖν ταῦτα φυλάττειν κελεύει.
τὸ δὲ πλατέα δεῖν εἶναι τὰ ὀθόνια τῶν ἀμελῶς ἑρμηνευομένων
ἐστίν εἰ μὲν γὰρ ὡς πρὸς τὰ στενὰ προβάλλοιτο,
μνήσεταί τις αὐτὰ πρὸς τὰ περαιτέρω τοῦ προσήκοντος
πεπλατυμένα παραβαλὼν ἐγκαλεῖν. εἰ δὲ πρὸς τὰ σύμμετρα,
μοχθηρὸν ἅπαν ἐστὶ τὸ τοῦ συμμέτρου παραλλάττον ἐφ’
ἑκάτερα, κατά τε πρόσθεσιν καὶ ἀφαίρεσιν. περὶ δὲ τῶν
λεπτῶν καὶ κούφων καὶ μαλθακῶν καὶ καθαρῶν τῆς χρείας
ἔμπροσθεν εἴρηται. τὸ δὲ μὴ ξηρὰ, ἀλλ’ εὔχυμα χυμῷ ᾧ
ἕκαστα σύντροφα, λέλεκται μέντοι καὶ αὐτὸ περὶ τῶν ὀθονίων.
ὁ λογισμὸς δὲ τῆς συμβουλῆς οὐκ ἄδηλος. ἀξιοῖ δὲ
αὐτὰ μηδέποτε παραλαμβάνεσθαι σκληρὰ κατὰ μηδεμίαν
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]