In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
ἥτις συνέχουσα τὰ πρὸς ἀγκῶνα τὸ πρὸς τῷ καρπῷ πέρας
ἀστήρικτον ἀπολείποι. κατὰ ταῦτα δὲ καὶ περὶ τῆς
πρὸς ἀγκῶνα διαστροφῆς πρὸς τὴν ἄνω τὴν ἀνέδραστον μόνον
τοῦτον καταλιποῦσαν ἀνάληψιν προσάξομεν, ἥτις τόπῳ
διεστραμμένῳ αὐτὴ διέστρεφεν εἰς τὰ κάτω. συνελόντι δὲ
εἰπεῖν, εἴ τινα μήπω διεστραμμένα διαστρέφουσιν, αὐτὰ τὰ
πρὸς τὸν ἐναντίον τρόπον διεστραμμένα κατευθύνουσι. ἀνάλογον
δὲ τούτοις ἁμαρτάνεται καὶ κατορθοῦται κατὰ κνήμην
καὶ μηρὸν ἐν ταῖς ὅλου τοῦ σκέλους θέσεσιν. ὅπερ γὰρ ἐπὶ
χειρὸς ἀνάληψις, τοῦτο θέσις ἐπὶ σκέλους καὶ χρὴ προσυπακοῦσαι
τῷ τῆς ἀναλήψεως ὀνόματι καὶ τὴν θέσιν. τὸ δὲ ἐπὶ
τῷ τέλει τῆς ῥήσεως εἰρημένον, τὰ δὲ ἐναντία ἐναντίως, ἐγχωρεῖ
καὶ περὶ τῶν εἰρημένων ἐπιδέσεων λέγεσθαι. τὰ γὰρ
ἐναντία γενήσεται τοῖς εἰρημένοις πάθεσι λέγειν αὐτὸν ἐναντίως
ἐπιδούμενα κατορθοῦσθαι, τουτέστι τοῖς μὲν ἀφεστῶσι
τὰ παρὰ φύσιν ἐξευθυσμένα, λέλεκται δέ μοι τὰ περὶ τούτων
ἔμπροσθεν ἐν τῷ κατ’ ἰητρεῖον βιβλίῳ. πρῶιον μὲν
ἁπάντων γέγραπται λόγος ὁ περὶ τῶν φυσικῶν κριτηρίων,
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]