Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Kühn 1830

καὶ διότι γε εὐλόγως ἀπορεῖ διεξέρχεται καὶ πάλιν ἐν ταὐτῷ βιβλίῳ καθ’ ἑτέραν ῥῆσιν, ἦς ἡ ἀρχή· σωλῆνα δὲ ἢν μὲν τις ὑπ’ αὐτὸν τὸν μηρὸν ὑποθείη καὶ διελθὼν πολλὰ, κατὰ τὴν τελευτὴν τῆς ῥήσεως ἔφη. εἰ οὖν διαμπερὲς εἴη, ποιητέος ὁ σωλὴν ἢ οὐ ποιητέος. ὁ δὲ λόγος οὕτως βούλεται, μήτε ἀναγκαίαν χρείαν εἶναι τοῦ σωλῆνος· εἰ μέντοι τις βούλοιτο χρῆσθαι, μέχρι τοῦ βουβῶνος ὑποτιθέναι ἅπαντι τῷ σκέλει, μὴ μέχρι τοῦ γόνατος. ἐξ ἐκείνων οὖν ἐγένετο δῆλον ἡμῖν καὶ τὸ νῦν εἰρημένον, οὐκοῦν αὐτὸ καθ’ ἑαυτὸ δῆλον. ὅσον γὰρ ἐπὶ τῇ λέξει ἢ δυνατὸν καὶ ἀκοῦσαι τὴν φωνὴν, ὡς διαζευκτικὸν εἰρῆσθαι σύνδεσμον. ἀλλ’ ἐκεῖνον ἐνοήσαμεν ἀν’ ἀποφάσεως αὐτὴν τετάχθαι. βούλεται γὰρ ἅπαντι τῷ σκέλει οὕτως ἡμᾶς τὸν σωλῆνα χωρὶς βλάβης ὑποβάλλεσθαι, καθάπερ Ὅμηρος ἔφη·

Βούλομ’ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι.

ὁ Θουκυδίδης δέ·

κρύσταλλός τε γὰρ ἐπερέου.

Work

Title: Galen: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Volume: 18

Number: 2

Pages: 629-925

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_018.xml [549 Kb]