Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Kühn 1830

ὅ τε γὰρ ἐμπειρικὸς ἐπισκοπούμενος τὰς ὑπ’ αὐτῶν καλουμένας συνδρομὰς, αἵ τινές εἰσι συμπτωμάτων ἀθροίσματα ὅταν πολλάκις θεάσηται τὰ αὐτὰ καθ’ ἕνα καιρὸν ὁμοίως πάντα μνημονεύει. κἀπειδὰν ἐκ τῆς τηρήσεως ταύτης πολλῶν συνδρομῶν ἐμπειρίαν ἔχῃ, τηνικαῦτα δ’ αἰσθάνεται, τίνα μὲν ἐν πολλαῖς συνδρομαῖς ἐθεάσατο συμπτώματα, τίνα δὲ ἐν μιᾷ μόνῃ, καὶ οὕτως εἰς ἔννοιαν ἔρχεται τῶν κοινῶν τε καὶ ἰδίων, ᾧ πάλιν ἕπεται γνῶσις τῆς κατὰ δύναμιν διαφορᾶς τῶν σημείων. ὁ μὲν γὰρ ἐν πολλαῖς ὤφθη συνδρομαῖς ἢ πάσαις πολὺ λείπεται τῶν ἐν μιᾷ μόνῃ φανέντων, τὸ δὲ ἐν ὀλίγαις ἔλαττον τούτων καὶ μάλιστα τὸ κατὰ δύο μόνας. ὅμως οὖν ὥσπερ καὶ τῶν ἰδίων ἐγένετο τηρητικός τε καὶ μνημονευτικὸς ὁ ἐμπειρικὸς ἰατρὸς, οὕτω καὶ τῶν κοινῶν· καὶ γὰρ ταῦτα πάντη τε καὶ πάντως ἅμα τοῖς ἰδίοις ἐτήρησεν, ὅσα μὲν ἐκείνοις γιγνόμενα. πολὺ δὲ μᾶλλόν τε καὶ θᾶττον ὁ τῷ λόγῳ τῶν σημείων ἑκάστου πάθους εὕρεσιν ποιησάμενος, ἐν ᾧ τά τε

Work

Title: Galen: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1830

Volume: 18

Number: 2

Pages: 629-925

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_018.xml [549 Kb]