In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
προσήκει τὸν χειρίζοντα. μεμνήμεθα δὲ ὅτι περὶ τοῦ
καθημένου πρῶτον ὁ λόγος ἐστὶν αὐτῷ. τοσοῦτον οὖν ἀξιοῖ
διεστηκέναι τοῦ κάμνοντος, ὡς μήτε προσωτέρω ποτὲ τῶν
γονάτων ἴσχειν τοὺς ἀγκῶνας μήτε ὀπίσω τῶν πλευρῶν.
ἐπὶ μὲν δὴ τῆς κατὰ τοὐπίσω τε καὶ πρόσω διαστάσεως
τούτους ἔθετο τοὺς ὅρους. ὀνομάζεται δὲ κατὰ
τὸ μῆκος ἡ διάστασις αὕτη· λοιπῶν δὲ οὐσῶν δυοῖν διαστάσεων,
μιᾶς μὲν τῆς κατὰ τὸ πλάτος, ἑτέρας δὲ τῆς κατὰ
τὸ βάθος καὶ ὕψος, ἑκατέρως δὲ ὀνομάζεται, τῆς μὲν κατὰ
τὸ ὕψος ὅρια τίθησι μήτε ἀνωτέρω τῶν μαστῶν ἄκρας
χεῖρας ἔχειν τὸν ἐνεργοῦντα μήτε κατωτέρω ἢ ὡς τὸ στῆθος
ἐπικείμενον ἔχοντα τοῖς γόνασι, τὰς χεῖρας ἐγγωνίους
ἐσχηματικέναι πρὸς τὸν βραχίονα. καλεῖ δὲ ἐγγωνίους, ὅταν
ὀρθὴν γωνίαν πῆχυς ἐργάζηται πρὸς τὸν βραχίονα, μέσον
γάρ ἐστι τοῦτο τὸ σχῆμα καμπῆς τε τῆς κατ’ ἀγκῶνα τελέως,
μεθ’ ἣν οὐκέτι κάμψαι δυνατόν ἐστιν, ἐκστάσεώς τε
σχήματος, μεθ’ ἣν ἀμήχανον ἔσται ἐπεκτεῖναι τὴν χεῖρα.
τῆς δὲ κατὰ πλάτος εἰς τὰ πλάγια μέρη γιγνομένης διαστάσεως
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]