In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
αὐτὸν ἀνατεινόμενον ἀμέτρως. τὸ δὲ ἐπὶ πλεῖστον ἀφεστηκὸς
πάλιν αὖ καὶ τὸ προβαίνειν ἀναγκάζον, ἀπολείπειν βιάσεται
τὴν ἐξ ἀρχῆς ἕδραν. ἐπεὶ δὲ ἐπὶ τινος ἐστηρίχθαι
τὸν ἕτερον τῶν ποδῶν βούλεται, κἀνταῦθα τὸ ποσὸν τοῦ
ὕψους ἐδήλωσεν, ἀξιώσας τὴν αὐτὴν σχέσιν τῷ γόνατι πρὸς
βουβῶνας, ἣν κἀπὶ τῶν καθημένων εἶπεν. εἰρήκει δ’ ἐπ’
ἐκείνων, γούνατα δὲ ἀνώτερον βουβώνων μικρὸν, ὡς ἀσφαλεστάτης
τε ἅμα καὶ εὐσχημονεστάτης πρὸς τὰς ἐνεργείας
καὶ ἑτοιμοτάτης οὔσης τῆς τοιαύτης ἕδρας. ἀλλὰ νῦν γε
τῷ ἑτέρῳ γόνατι τῷ ὑψηλῷ μόνῳ πρὸς τοὺς βουβῶνας εἶναι
τὴν αὐτὴν σχέσιν ἀξιοῖ, πληθυντικῶς βουβῶνας ἀμφοτέρων
τῶν σκελῶν ἴσον ἔχειν ὕψος.
Ὁ δὲ χειριζόμενος τῷ χειρίζοντι τῷ ἄλλῳ τοῦ σώματος μέρει
ὑπηρετείτῳ ἢ ἑστεὼς ἢ καθήμενος ἢ κείμενος ὅκως
ἂν ῥήιστα ὧδε ὡς σχῆμα ἔχων διατέλει, φυλάσσων ὑπόῤῥυσιν,
ὑπόστασιν, ἔκτρεψιν, καντίαν, ὡς ὃ δεῖ σώζεται,
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]