In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
προσηκόντως, ἢ μή. θλίβεται γὰρ ἐνίοτε κατὰ τοῦτο μὲν
αὐτῆς τῆς ἐπιβολῆς τῶν ἐπιδέσμων ἀναμαρτήτως ἐπιτελουμένης.
ἐγχωρεῖ δὲ φάναι καὶ κατὰ τὴν τῶν ψαυόντων ὁμιλίαν
ἤτοι ψαύουσαν ἢ μὴ, κοινὴν ἀμφοῖν εἶναι· κατὰ μὲν
τὴν γιγνομένην ἐπίδεσιν ὑπὸ τῶν κρατούντων τὸ θεραπευόμενον
μέρος ἤτοι θλιβόντων ἢ μή· κατὰ δὲ τὴν ἤδη
γεγονυῖαν ἐκ τῆς ἀναλήψεως μὲν ὡς ἐπὶ χειρὸς τὴν ταινίαν,
ἀποθέσεως δὲ ὡς ἐπὶ σκέλους τὰ ἐπιβεβλημένα, καθ’
ἃ ἐστήρικται. οὐ μικρὸν δὲ τῇ τῆς γιγνομένης ἐπιδέσεως
ἀπονίᾳ συντελεῖ τὸ τάχος τῆς ἐνεργείας, ὃ πάλιν αὐτὸ διὰ
τῆς εὐπορίας μάλιστα συμπληροῦται. καὶ δὴ ταῦτά ἐστι τὰ
κυριώτατα τῆς γιγνομένης ἐπιδέσεως ἀγαθὰ, τό τε τῆς κρατήσεως
ἄθλιπτον καὶ τὸ τῆς εὐπορίας ἕτοιμον. ἡ γὰρ ἐν
τῷ σχήματι πλημμέλεια κοινὴ καὶ τῶν ἐπιδεδεμένων μορίων
ἐστί. καὶ νῦν ὁ λόγος ἐνέστηκεν αὐτῷ περὶ τῆς ἐν τῷ
προσήκοντι σχήματι γιγνομένης ἐπιδέσεως. ἰδίαι ἀρεταὶ καὶ
κακίαι τῶν σχημάτων εἰσὶν, ὥσπερ καὶ τῶν ἐπιδέσμων, ὑπὲρ
ὧν νῦν μόνον ποιεῖται τὸν λόγον ἄνευ τοῦ σχήματος. ὅταν
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]