In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
οὐδ’ ἐπεχείρησεν ἔτι τοῦ ἀντιδιῃρημένου τῇ ἰσχύϊ διαμεῖναι
παρηγορίας δηλῶσαι. ὅτι δὲ τοῦτο οὕτως ἔχει δι’ αὐτῶν
τῶν ῥήσεων ἔσται φανερὸν, δι’ ὧν σημαίνει τὰς γενομένας
αὐτὰς μεταβολὰς εἰς ἐφ’ ἕκαστον τῶν εἰρημένων κατὰ μέρος
κεφαλαίων. ὠνομάσθω δὲ ἅπαν αὐτὸ τὸ γένος, ἕνεκα σαφοῦς
διδασκαλίας καὶ συντόμου, ποιότης ἐπιδέσεως, ἰσχύος
μὲν καὶ πιέξει ἢ πλήθει ὀθονίων, ὥσπερ τὸ τῆς δυνάμεως
ὄνομα, ποτὲ μὲν ἀντίον τάττοντες τῷ τῆς ἀσθενείας λέγουσι,
ποτὲ δὲ ἐπὶ τοῦ κοινοῦ ῥώμης τε καὶ ἀῤῥωστίας
ἐπιφέρουσιν. οὕτως δὲ καὶ τὸ μέγεθος λέγουσι καὶ ἄλλα
πολλὰ τῶν κατὰ μέρος ὁμωνύμως τῷ κοινῷ καὶ νῦν ὡσαύτως
κέχρηται τῷ τῆς ἰσχύος ὀνόματι. προσήκει γὰρ οὔτε
ἰσχυρῶς πιέζειν οὔτε ἀσθενῶς περιλαμβάνειν τὰ πεπονθότα
μόρια τοῖς ἐπιδέσμοις, ὡς μὴ αἰσθάνεσθαι περικειμένων
αὐτῶν τὸν ἀσθενοῦντα· καὶ μέντοι καὶ τὸ πλήθει τῶν ὀθονίων
ἀντὶ τοῦ ποσότητι δεκτέον, ὡς μηδὲ ἐνταῦθα τὸ ἀντιδιαιρούμενον
τῇ ὀλιγότητι πλῆθος ἀκούειν ἡμᾶς. ἡ γὰρ
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]