In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
Kühn 1830
εἰς τὰ κατάντη χωρία τὸν περίδεσμον, μήτε ἀνατρέχειν
εἴς τε τῶν κυρτῶν, ἅπερ ἀπόξη κέκληκεν αὐτὸς ἔμπροσθεν,
ἡνίκα ἔλεγεν εὖ γε μὴν γνῶναι, ὅτι ἐς τὰ κατάντη
καὶ ἀπόξη φεύγει· καὶ δῆλον δὴ γέγονεν ἐξ αὐτῶν τῶν ῥήσεων
αὐτοῦ, καλῶς ὑφ’ ἡμῶν εἰρῆσθαι συνεχῆ τὰ νῦν λεγόμενα
τοῖς κατ’ ἐκείνην τὴν ῥῆσιν λεγομένοις εἶναι, καθ’
ἣν ἔλεγεν, εὖ γε μὴν γνῶναι ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη
φεύγει. καὶ μέντοι καὶ συντομώτατον τῶν ἐπιτηδείων χωρίων
ἐμνημόνευσεν, ἐν οἶς χρὴ τὰ τέλη τῶν ἐπιδέσμων τίθεσθαι,
δύο προσηγορίαις περιλαβὼν, τῇ τῶν ἀτρεμούντων
καὶ τῇ τῶν λαπαρῶν. ἡσυχάζει γὰρ ὅσα τῆς διαρθρώσεως
ἐκτός ἐστι, κατὰ τὸ ἕτερον τῶν συναπτόντων ἀλλήλοις
ὀστῶν, ὡς ἐπὶ τοῦ γόνατος ἤτοι κατὰ τὸν μηρὸν ἢ τὴν κνήμην.
λαπαρώτερα γὰρ ταῦτά ἐστι τὰ χωρία. κέκληκε γὰρ
οὕτως τὰ τοῖς ἐξέχουσι μορίοις ἐναντίως διακείμενα, τουτέστι
τὰ κατεσταλμένα καὶ ταπεινά. καὶ γὰρ τὸ λαπαρὸν
ἅπαν προσέσταλται· κυρίως μὲν οὖν ἡ λαπαρὸν φωνὴ σημαίνει
τὸ κενὸν, ὥσπερ καὶ ἡ λαπάξαι τὸ κενῶσαι. καὶ γὰρ
Work
Title: In Hippocratis De Officina Medici
English: On Hippocrates' Surgery
Original: Εἰς τὸ Ἱπποκράτους κατ' ἰητρεῖον βιβλίον ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1830
Volume: 18
Number: 2
Pages: 629-925
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_018.xml [549 Kb]